88. Γαλῆ καὶ Ἀφροδίτη. (S. 50. C. 169 cl p. 356. F. 48. B. 32.) Γαλῆ ἐρασθεῖσα νεανίσκου εὐπρεποῦς ηὔξατο τῇ Ἀφροδίτῃ, ὅπως αὐτὴν μεταμορφώσῃ εἰς γυναῖκα. Καὶ ἡ θεὸς ἐλεήσασα αὐτῆς τὸ πάθος μετετύπωσεν αὐτὴν εἰς κόρην εὐειδῆ· καὶ οὕτως ὁ νεανίσκος θεασάμενος αὐτὴν καὶ ἐρασθεὶς οἴκαδε ὡς ἑαυτὸν ἀπήγαγε. Καθημένων δὲ αὐτῶν ἐν τῷ θαλάμῳ, ἡ Ἀφροδίτη γνῶναι βουλομένη, εἰ μεταβαλοῦσα τὸ σῶμα ἡ γαλῆ καὶ τὸν τρόπον κατήλλαξε, μῦν εἰς τὸ μέσον καθῆκεν· ἡ δὲ ἐπιλαθομένη τῶν παρόντων, ἐξαναστᾶσα ἀπὸ τῆς κοίτης τὸν μῦν ἐδίωκε, καταφαγεῖν θέλουσα. Καὶ ἡ θεὸς ἀγανακτήσασα κατʼ αὐτῆς, πάλιν αὐτὴν εἰς τὴν ἀρχαίαν φύσιν ἀποκατέστησεν. Οὕτως καὶ τῶν ἀνθρώπων οἱ φύσει πονηροὶ κατὰ πάντα, κἂν τὴν φύσιν ἀλλάξωσι, τὸν γοῦν τρόπον οὐ μεταλλάσσουσι. 89. Γαλῆ συλληφθεῖσα. (F. 355. C. p.265. B.27.) Γάλην δόλῳ τις συλλαβών τε καὶ δήσας ἔπνιγε βάλλων ὑδάτων συναγκείᾳ. τῆς δʼ αὖ λεγούσης ,, ὡς κακὴν χάριν τίνεις ὧν σʼ ὠφέλουν, θηρῶσα μῦς τε καὶ σαύρας, ,,ἐπιμαρτυρῶ σοι“ φησίν· ,,ἀλλὰ καὶ πάσας ἔπνιγες ὄρνεις, πάντα δʼ οἶκον ἠρήμους, κρεῶν (δʼ) ἀνέῳγες ἄγγος, ὥστε τεθνήξῃ, βλάπτουσα μᾶλλον ἤπερ ὠφελοῦσ’ ἡμᾶς.“ Πρὸς τοὺς μετρίως μὲν ὠφελοῦντας, βλάπτοντας δὲ τὰ μεγάλα, εὔκαιρός ἐστιν ὁ λόγος. 90. Γέρων καὶ Θάνατος. (S.60. C. p. 14 cl p.290. F. 50.) Γέρων ποτὲ ξύλα κόψας [καὶ] ταῦτα φέρων πολλὴν ὀδὸν ἐβάδιζε. Διὰ δὲ τὸν κόπον τῆς ὁδοῦ ἀποθέμενος τὸ φορτίον τὸν Θάνατον ἐπεκαλεῖτο. Τοῦ δὲ Θανάτου φανέντος καὶ πυθομένου, διʼ ἣν αἰτίαν αὐτὸν παρακαλεῖται, ὁ γέρων ἔφη· ,,ἵνα τὸ φορτίον ἄρῃς.“ [θανεῖν δὲ οὐ θέλω.] Ὁ λόγος δηλοῖ, ὅτι πᾶς ἄνθρωπος φιλόζωος ἐν τῷ βίῳ, κἂν δυστυχῇ. 90b. Ἄλλως. (C. 20.) Γέρων ποτὲ ξύλα τεμών ἐξ ὄρους κἀπὶ τῶν ὤμων ἀράμενος, ἐπειδὴ πολλὴν ὁδὸν ἐπηχθισμένος ἐβάδισεν, ἀπειρηκὼς ἀπέθετό τε τὰ ξύλα, καὶ τὸν Θάνατον ἐλ- θεῖν ἐπεκαλεῖτο. Τοῦ δὲ Θανάτου εὐθὺς ἐπιστάντος, καὶ τὴν αἰτίαν πυνθανομένου, διʼ ἥν αὐτὸν καλοίη, ὁ γέρων ἔφη· ,,ἵνα τὸν φόρτον τοῦτον ἄρας ἐπιθῇς μοι.“ Ὁ μῦθος δηλοῖ, ὅτι πᾶς ἄνθρωπος, φιλόζωος ὢν, κἂν μυρίοις κινδύνοις περιπεσὼν δοκῇ θανάτου ἐπιθυμεῖν, ὅμως τὸ ζῆν πολὺ πρὸ τοῦ θανάτου αἱρεῖται. 91. Γεωργὸς δίκελλαν ἀπολέσας. (B.2.) Ἀνὴρ γεωργὸς ἀμπελῶνα ταφρεύων καὶ τὴν δίκελλαν ἀπολέσας ἀνεζήτει, μὴ τῶν παρόντων τήνδʼ ἔκλεψεν ἄγροικος. ἠρνεῖθ’ ἕκαστος· οὐκ ἔχων δʼ ὃ ποιήσει, εἰς τὴν πόλιν κατῆγε πάντας ὁρκώσων· τῶν γὰρ θεῶν δοκοῦσι τοὺς μὲν εὐήθεις ἀγροὺς κατοικεῖν, τοὺς δʼ ἐσωτέρω τείχους εἶναί τʼ ἀληθεῖς καὶ τὰ πάντʼ ἐποπτεύειν. ὡς δʼ εἰσιόντες τὰς πύλας ἐπὶ κρήνης τοὺς πόδας ἔνιζον κἀπέθεντο τὰς πήρας, κῆρυξ ἐφώνει χιλίας ἀριθμήσειν μήνυτρα σύλων, ὧν ὁ θεὸς ἐσυλήθη. ὁ δὲ τοῦτʼ ἀκούσας εἶπεν· ,,ὡς μάτην ἥκω! κλέπτας γὰρ ἄλλους πῶς θεός γʼ ἂν εἰδείη, ὃς τοὺς ἑαυτοῦ φῶρας οὐχὶ γιγνώσκει, ζητεῖ δὲ μισθοῦ, μή τις οἶδεν ἀνθρώπων;“ Ὅτι χρὴ ἀπιστεῖν τοῖς ὑπισχνουμένοις ὧν οὐκ εἰσὶ δεσπόται.