<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1"><div type="textpart" subtype="fabula" n="83"><head>83. Βουκόλος. (S. 49. C. 131 e p. 333. F.41. B.23.)</head><p>Βουκόλος βόσκων ἀγέλην ταύρων ἀπώλεσε μόσχον·
περιελθών δὲ καὶ μὴ εὑρὼν ηὔξατο τῷ Διὶ, ἐὰν τὸν
κλέπτην εὕρῃ, ἔριφον αὐτῷ θῦσαι. Ἐλθών δὲ εἴς τινα
δρυμῶνα, καὶ θεασάμενος λέοντα κατεσθίοντα τὸν μό-
σχον, περίφοβος γενόμενος, ἐπάρας εἰς τὸν οὐρανὸν τὰς
χεῖρας εἶπε· δέσποτα λεῦ, πάλαι μέν σοι ηὐξάμην ἔρι-
φον θῦσαι, ἐὰν τὸν κλέπτην εὕρω· νῦν δὲ ταῦρον
θύσω, ἐὰν τὰς τοῦ κλέπτου χεῖρας ἐκφύγω.“</p><p>Οὗτος ὁ λόγος λεχθείη ἂν κατʼ ἀνδρῶν δυστυχούντων,
οἵτινες ἀπορούμενοι εὔχονται εὑρεῖν, εὑρόντες δὲ
ζητοῦσιν ἀποφυγεῖν.</p></div><div type="textpart" subtype="fabula" n="84"><head>84. Βοῦς καὶ Φρῦνος. (F. 378. C. p.273. B.28.)</head><p>Γέννημα φρύνου συνεπάτησε βοῦς πίνων·
ἐλθοῦσα δʼ αὐτόσʼ (οὐ παρῆν γὰρ) ἡ μήτηρ

<pb n="42"/>
παρὰ τῶν ἀδελφῶν, ποῦ ποτʼ ἦν, ἐπεζήτει.
,,τέθνηκε, μῆτερ· ἄρτι γὰρ πρὸ τῆς ὥρης
ἦλθεν πάχιστον τετράπουν, ὑφʼ οὐ κεῖται
χηλῇ μαλαχθείς.“ ἡ δὲ φρῦνος ἠρώτα,
φυσῶσʼ ἑαυτὴν, εἰ τοιοῦτον ἦν ὄγκῳ
τὸ ζῶον. οἱ δὲ μητρὶ ,,παῦε, μὴ πρίου·
θᾶσσον σεαυτὴν·“ εἶπον ,,ἐκ μέσου ῥήξεις,
ἢ τὴν ἐκείνου ποιότητα μιμήσῃ.“</p><p>Ὅτι ἐπικίνδυνον τοῖς ἐλάττοσι παρατείνεσθαι τοῖς
μείζοσι.</p></div><div type="textpart" subtype="fabula" n="85"><head>85. Βωταλὶς καὶ Νυκτερίς. (S. 48. C. 77.F.235.)</head><p>Βωταλὶς ἀπό τινος θυρίδος κρεμαμένη νυκτὸς ᾖδε·
νυκτερὶς δὲ προσελθοῦσα ἐπυνθάνετο αὐτῆς τὴν αἰτίαν,
διʼ ἣν ἡμέρας μὲν ἡσυχάζει, νύκτωρ δὲ ᾄδει. Τῆς δὲ
λεγούσης, ὡς οὐ μάτην τοῦτο πράττει· ,,ἡμέρας γάρ
ποτε ᾄδουσα συνελήφθην, διὸ ἀπʼ ἐκείνου ἐσωφρονίσθην· 
ἡ νυκτερὶς εἶπεν· ,ἀλλ’ οὐ νῦν σε δεῖ φυλάττεσθαι, 
ὅτε οὐδὲν ὄφελός ἐστι, τότε δὲ πρὶν ἢ
συλληφθῆναι.“</p><p>λόγος δηλοῖ, ὅτι ἐπὶ τοῖς ἀτυχήμασι μετάνοια
ἀνωφελὴς καθέστηκε.</p></div><div type="textpart" subtype="fabula" n="86"><head>86. Γαλῆ. (F. 49. C.81. S. 59.)</head><p>Γαλῆ εἰσελθοῦσα εἰς χαλκέως ἐργαστήριον, τὴν
ἐκεῖ κειμένην ῥίνην περιέλειχε. Συνέβη δὲ ἐκτριβομένης
τῆς γλώσσης πολὺ αἷμα φέρεσθαι. Ἡ δὲ ἐτέρπετο,
ὑπονοοῦσά τι τοῦ σιδήρου ἀφαιρεῖσθαι, μέχρι παντελῶς
ἀπέβαλε τὴν γλῶσσαν.</p><p>Ὁ λόγος εἴρηται πρὸς τούς ἐν φιλονεικίαις ἑαυτούς
καταβλάπτοντας.</p></div><div type="textpart" subtype="fabula" n="87"><pb n="43"/><head>87. Γαλῆ μέλαινα.
(Εκ Niceplori Gregorae hist. Byzant. VII, 1. p. 216. cd. Schop.)</head><p>Ἦν τις ἀνὴρ τὴν τέχνην σκυτεύς γαλῆν ἔχων τὸ
χρῶμα λευκὴν, ἣ τῶν κατʼ οἶκον μυῶν καθʼ ἡμέραν
ἐθήρευεν ἕνα. Αὕτη λαθοῦσά ποτε κατὰ μέσην κρημνίζεται 
τὴν λεκάνην, ἐν ᾗ τὸ τὰ σκύτη μελαῖνον ὁ σκυτεύς
ἐκεῖνος εἶχεν ὑγρὸν, καὶ μόλις ἐκεῖθεν ἄνεισι μέλαν
ἔχουσα χρῶμα. Ἔδοξεν οὖν τοῖς μυσὶν, ἐκείνην
ἴσως μηκέτι κρεωφαγεῖν ἐθελήσειν εἰς μοναδικὸν ἑαυτὴν 
μεταμείψασαν σχῆμα. Ὅθεν καὶ ἀδεῶς ἑαυτοὺς ἐς
τὸ ἕδος ἐφήπλωσαν, ῥινηλατοῦντες ἄνω καὶ κάτω οἷς
τραφήσονται. ἀλλʼ ἐκείνη πρὸς τοσοῦτον ἄγρας παρελθοῦσα 
θέατρον, πάντας μὲν ὁμοῦ σαγηνεύειν οὐκ εἶχε
καὶ μάλα ἐθέλουσα· δύο δʼ οὖν ὅμως συλλαβοῦσα 
κατεθοινήσατο. Οἱ δʼ ἕτεροι πάντες ᾤχοντο φεύγοντές
τε ἅμα καὶ θαυμάζοντες, ὅπως ἀπηνεστέρα γέγονεν,
ἀφʼ οὐ τὸ μοναδικὸν περιέθετο σχῆμα.</p></div></div></body></text></TEI>