79. Βόες καὶ Ἄξονες. (S. 45. C. 168 et p. 355. F. 39. B. 52.) Βόες ἅμαξαν εἷλκον· τοῦ δὲ ἄξονος τρίζοντος, ἐπιστραφέντες ἔφασαν οὕτως πρὸς αὐτόν· ,,ὦ οὗτος, ἡμῶν τὸ ὅλον βάρος φερόντων, σὺ τί κράζεις;“ Οὕτω καὶ ἔνιοι ἑτέρων μοχθούντων αὐτοὶ προσποιοῦνται κάμνειν. 80. Βόες καὶ Μάγειροι. (Β.21.) Βόες μαγείρους ἀπολέσαι πότʼ ἐζήτουν, ἔχοντας αὐτοῖς πολεμίαν ἐπιστήμη. καὶ δὴ συνηθροίζοντο, πρὸς μάχην ἤδη κέρατʼ ἀποξύνοντες· εἷς δέ τις λίην γέρων ἐν αὐτοῖς (πολλὰ δʼ ἦν ἀροτρεύσας), ,,οὗτοι μὲν ἡμᾶς“ εἶπε ,,χερσὶν ἐμπείροις σφάζουσι καὶ κτείνουσι χωρὶς αἰκίης· ἢν δʼ εἰς ἀτέχνους ἐμπέσωμεν ἀνθρώπους, διπλοῦς τότʼ ἔσται θάνατος· οὐ γὰρ ἐλλείψει τὸν βοῦν ὁ θύσων, κἂν μάγειρος ἐλλείψῃ.“ [Ὁ τὴν παροῦσαν πημονὴν φεύγειν σπεύδων ὁρᾶν ὀφείλει, μή τι χεῖρον ἐξεύρῃ.] Ὁ μῦθος τοῦτο δηλοῖ, ὅτι ἅμεινον δουλεύειν σοφοῖς καὶ ἐπιεικέσιν ἢ δεσπόζεσθαι ὑπὸ σκαιῶν τε καὶ ἀπαιδεύτων. 81. Βοηλάτης καὶ Ἡρακλῆς. (C. 335. B. 20.) Βοηλάτης ἐκ κώμης ἅμαξαν ἄγων, καὶ ταύτης ἐμπεσούσης εἰς φάραγγα κοιλώδη, δέον βοηθεῖν, ἀργὸς ἵστατο τῷ Ἡρακλεῖ προσευχόμενος· ἐκεῖνον γὰρ ἐκ πάντων ἀσπαζόμενος ἐτίμα. Ὁ δὲ θεὸς ἐπιστας εἶπε· ,,τῶν τροχῶν ἅπτου, καὶ τοὺς βόας νύττε, καὶ τότε τῷ θεῷ εὔχου, ὅταν καὐτός τι ποιῇς· μὴ μέντοιγε μάτην εὔχου.“ 82. Βορέας καὶ Ἥλιος. (S. 46. C. 306. B. 18.) Βορέας καὶ Ἥλιος περὶ δυνάμεως ἤριζον· ἔδοξε δὲ αὐτοῖς ἐκείνῳ τὴν νίκην ἀπονεῖμαι, ὃς ἂν αὐτῶν ἄνθρωπον ὁδοιπόρον ἐκδύσῃ. Καὶ ὁ Βορέας ἀρξάμενος σφοδρὸς ἦν· τοῦ δὲ ἀνθρώπου ἀντεχομένου τῆς ἐσθῆτος, μᾶλλον ἐπέκειτο. Ὁ δὲ, ὑπὸ τοῦ ψύχους καταπονούμενος ἔτι μᾶλλον, καὶ περιττοτέραν ἐσθῆτα προσελάμβανεν, ἕως ἀποκαμών ὁ Βορέας τῷ Ἡλίῳ μετὰ τοῦτο παρέδωκε. Κἀκεῖνος τὸ μὲν πρῶτον μετρίως προσέλαμψε· τοῦ δὲ ἀνθρώπου τὰ περισσὰ τῶν ἱματίων ἀποτιθεμένου, σφοδρότερον τὸ καῦμα ἐπέτεινε, μέχρις οὐ πρὸς τὴν ἀλέαν ἀντέχειν μὴ δυνάμενος, ἀποδυσάμενος ποταμοῦ ῥέοντος ἐπὶ λουτρὸν ἀπῄει. Ὁ λόγος δηλοῖ, ὅτι πολλάκις τὸ πείθειν τοῦ βιάζεσθαι ἀνυτικώτερόν ἐστι. 82b. Ἄλλως. (C. p. 201. F. 391. cx Plut. Praec. coniug. c. 12.) Ὁ ἥλιος τὸν βορέαν ἐνίκησεν. Ὁ γὰρ ἄνθρωπος, τοῦ μὲν ἀνέμου βιαζομένου τὸ ίμάτιον ἀφελέσθαι καὶ λαμπρὸν καταπνέοντος, μᾶλλον ἔσφιγγε καὶ συνεῖχε τὴν περιβολήν. Τοῦ δὲ ἡλίου μετὰ τὸ πνεῦμα θερμοῦ γενομένου θαλπόμενος, εἶτα καυματιζόμενος, καὶ τὸν χιτῶνα τῷ ἱματίῳ προσαπεδύσατο. Τοῦτο ποιοῦσιν αἱ πλεῖσται γυναῖκες. Ἀφαιρουμένοις τοῖς ἀνδράσι βίᾳ τὴν τρυφὴν καὶ πολυτέλειαν διαμάχονται καὶ χαλεπαίνουσιν· ἂν δὲ πείθωνται μετὰ λόγου, πρᾴως ἀποτίθενται καὶ μετριάζουσιν.