<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1"><div type="textpart" subtype="fabula" n="77"><head>77. Βάτραχοι καὶ Ἥλιος. (C. 350 cl p. 407. F.350. B.24.)</head><p>Γάμοις ἔχαιρον βάτραχοι τοῖς Ἡλίου.
Καί τις πρὸς αὐτούς εἶπεν· ,,ὦ δειλὸν γένος·
εἰ γὰρ μόνου τρέμοιμεν αὐγὰς ἡλίου,
τίς, εἴγε τεκνώσειε, τοῦτον βαστάσει; “
Πρὸς τούς ἐπʼ ἰδίᾳ βλάβῃ ἀγνωσίᾳ χαίροντας.</p></div><div type="textpart" subtype="fabula" n="77b"><head>77b. Ἄλλως. (C. 350.)</head><p>Γάμοι τοῦ Ἡλίου θέρους ἐγίνοντο· πάντα δὲ τὰ
ζῶα ἔχαιρον ἐπὶ τούτῳ, ἠγάλλοντο δὲ καὶ βάτραχοι.
Εἷς δὲ τούτων εἶπεν· ,,ὦ μῶροι, εἰς τί ἀγάλλεσθε; εἰ
γὰρ μόνος ὤν ὁ Ἥλιος πᾶσαν ὕλην ἀποξηραίνει, ἐὰν
γήμας ὅμοιον αὐτῷ γεννήσῃ, τί οὐ πάθωμεν κακῶν;“</p></div><div type="textpart" subtype="fabula" n="78"><head>78. Βάτραχος ἰατρός. (F. 154. C. p. 401.)</head><p>Ὄντος ποτὲ βατράχου ἐν τῇ λίμνῃ, καὶ τοῖς ζώοις
πᾶσιν ἀναβοήσαντος, ,,ἔγὼ ἰατρός εἰμι φαρμάκων 

<pb n="39"/>
ἐπιστήμων,“ ἀλώπηξ ἀκούσασα ἔφη· ,,πῶς σὺ ἄλλους
σώσεις, σαυτὸν χωλὸν ὄντα μὴ θεραπεύων;“</p><p>Ὁ μῦθος δηλοῖ, ὅτι ὁ παιδείας ἀμύητος ὑπάρχων,
πῶς ἄλλους παιδεῦσαι δυνήσεται;</p></div><div type="textpart" subtype="fabula" n="78b"><head>78b. Ἄλλως. Σκώληξ καὶ Ἀλώπηξ. (C. 135. B. 120.)</head><p>Ὁ τῷ πηλῷ κρυπτόμενος σκώληξ, εἰς γῆν ἐξελθὼν,
ἔλεγε πᾶσι τοῖς ζώοις· ,,ἰατρός εἰμι φαρμάκων ἐπιστήμων,
οἷός ἐστιν ὁ τῶν θεῶν ἰατρὸς Παιών.“ Καὶ
,,πῶς“ εἶπεν ἀλώπηξ ,,ἄλλους ἰώμενος σαυτὸν χωλὸν
ὄντα οὐκ ἰάσω;“</p><p>Ὁ μῦθος δηλοῖ, ὅτι, ἐὰν μὴ πρόχειρος ᾖ ἡ πεῖρα,
πᾶς λόγος ἀργὸς ὑπάρχει.</p></div><div type="textpart" subtype="fabula" n="78c"><head>78c. Ἄλλως. Βάτραχος καὶ Ἀλώπηξ. (C. 300. F. 213.)</head><p>Ὁ βάτραχος τῆς τῶν ἰατρῶν κατηλαζονεύετο τέχνης,
πάντα μὲν εἰδέναι φάρμακα γῆς ὑπισχνούμενος, πᾶσι
δὲ μόνος εἰς ὑγίειαν ἀρκέσειν. Καὶ παρεστῶσα τοῖς λόγοις
ἀλώπηξ τὸ ψεῦδος ἀπὸ τοῦ χρώματος ἤλεγχεν, ,,τί
δῆτα “ λέγουσα ,,νόσου μὲν τούς ἄλλους ἐλευθεροῖς,
νόσου δὲ φέρεις ἐπὶ τῆς ὄψεως σύμβολον;“</p><p>Ἀλαζονεία τὸν ἔλεγχον οἴκοθεν εὕρατο.</p></div></div></body></text></TEI>