73. Ἀφροδίτη καὶ Δούλη. (B.10.) Αίσχρᾶς τις ἢρα καὶ κακοῤῥύπου δούλης ἰδίας ἑαυτοῦ, καὶ παρεῖχεν αἰτούσῃ ἅπανθʼ ἑτοίμως. ἡ δὲ χρυσίου πλήρης, σύρουσα λεπτὴν πορφύραν ἐπὶ κνήμας, πάσῃ μάχην συνῆπτεν οἰκοδεσποίνῃ· τὴν δʼ Ἀφροδίτην, ὥσπερ αἰτίην τούτων, λύχνοις ἐτίμα καὶ καθʼ ἡμέραν πᾶσαν ἔθυεν, ηὔχεθ’, ἱκέτευεν, ἠρώτα· ἕως πότʼ αὐτῶν ἡ θεὸς καθευδόντων ἦλθεν καθʼ ὕπνους, καὶ φανεῖσα τῇ δούλῃ „μή μοι χάριν σχῇς ὡς καλήν σε ποιούσῃ· τούτῳ χολοῦμαι“ φησὶν, ,,ᾧ καλὴ φαίνῃ.“ Ἅπας ὁ τοῖς αἰσχροῖσιν ὡς καλοῖς χαίρων θεοβλαβής τίς ἐστι καὶ φρένας πηρός. 74. Βάτραχοι. (C. 19. F. 38. S. 43.) Βάτραχοι δύο ἐν λίμνῃ ἐνέμοντο· θέρους δὲ ξηρανθείσης τῆς λίμνης, ἐκείνην καταλιπόντες ἐπεζήτουν ἑτέραν. Καὶ δὴ βαθεῖ περιέτυχον φρέατι, ὅπερ ἰδὼν ἅτερος θατέρῳ φησί· ,,συγκατέλθωμεν, ὦ οὗτος, εἰς τόδε τὸ φρέαρ.“ Ὁ δὲ ὑπολαβών εἶπεν· „ἂν οὖν καὶ τὸ ἐνθάθε ὕδωρ ξηρανθῇ, πῶς ἀναβησόμεθα;“ Ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ ἀπερισκέπτως προσιέναι τοῖς πράγμασιν. 75. Βάτραχοι. (S.69. C.84.F.238.) Δύο βάτραχοι ἀλλήλοις ἐγειτνίαζον· ἐνέμοντο δὲ ὁ μὲν βαθεῖαν καὶ τῆς ὁδοῦ πόῤῥω λίμνην, ὁ δὲ ἐν ὁδῷ μικρὸν ὕδωρ ἔχων. Καὶ δὴ τοῦ ἐν τῇ λίμνῃ παραινοῦντος θατέρῳ μεταβῆναι πρὸς αὐτὸν, ἵνα καὶ ἀμείνονος καὶ ἀσφαλεστέρας διαίτης ἀπολαύῃ, ἐκεῖνος οὐκ ἐπείθετο λέγων, δυσαποσπάστως ἔχειν τῆς τοῦ τόπου συνηθείας· ἕως οὗ συνέβη ἅμαξαν τῇδε παριοῦσαν ὀλέσαι αὐτόν. Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς φαύλοις ἐπιτηδεύμασιν ἐνδιατρίβοντες φθάνουσιν ἀπολλύμενοι, πρὶν ἢ ἐπὶ τὰ καλλίονα τραπέσθαι. 76. Βάτραχοι αἰτοῦντες βασιλέα. (S. 44. C. 167.) Βάτραχοι λυπούμενοι ἐπὶ τῇ ἑαυτῶν ἀναρχίᾳ πρέσβεις ἔπεμιψαν ἐπὶ τὸν Δία, δεόμενοι βασιλέα αὐτοῖς παρασχεῖν. Ὁ δὲ συνιδὼν τὴν εὐήθειαν, ξύλον εἰς τὴν λίμνην καθῆκε. Καὶ οἱ βάτραχοι τὸ μὲν πρῶτον καταπλαγέντες τὸν ψόφον, ἑαυτοὺς εἰς τὰ βάθη τῆς λίμνης ἐδίδοσαν· ὕστερον δὲ, ὡς ἀκίνητον ἦν τὸ ξύλον, ἀναδύναντες εἰς τοσοῦτον καταφρονήσεως ἦλθον, ὡς ἐπιβαίνοντας αὐτῷ ἐπικαθέζεσθαι. Ἀναξιοπαθοῦντες δὲ τοιοῦτον ἔχειν βασιλέα, ἧκον ἐκ δευτέρου πρὸς τὸν Δία, καὶ τοῦτον παρεκάλουν ἀλλάξαι αὐτοῖς τὸν ἄρχοντα· τὸν γὰρ πρῶτον λίαν εἶναι νωχελῆ. Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατʼ αὐτῶν, ὕδραν αὐτοῖς ἐπέπεμψεν, ὑφʼ ἧς συλλαμβανόμενοι κατησθίοντο. Ὁ λόγος δηλοῖ, ὅτι ἄμεινόν ἐστι νωθεῖς καὶ μὴ πονηροὺς ἔχειν ἄρχοντας, ἢ ταρακτικοὺς καὶ κακούργους. 76b. Ἄλλως. (C. 167 et p.355. F. 37.) Βάτραχοι λυπούμενοι ἐπὶ τῇ αὑτῶν ἀναρχίᾳ, πρέσβεις ἔπεμψαν, ἱκετεύοντες τὸν Δία, ὅπως αὐτοῖς βασιλέα παράσχῃ. Ὁ δὲ συνιδών αὐτῶν τὴν εὐήθειαν, ξύλον ἔπηξε μέσον τῆς λίμνης. Συστελλόμενοι δὲ τῷ φόβῳ οἱ βάτραχοι, εἰς τὰ βάθη ἑαυτούς κατέδυον. Χρόωου δὲ πολλοῦ παρωχηκότος, ὡς ἑώρων τὸ ξύλον ἀκίνητον, ἀπεβάλοντο τὸν φόβον, καὶ τοσοῦτον κατεφρόνησαν αὐτοῦ, ὥστε ἐπιβαίνειν καὶ ἐπικαθέζεσθαι τούτῳ. Μὴ ἀξιοῦντες δὲ αὐτὸν ἔχειν βασιλέα, ἐκ δευτέρου ἦλθον πρὸς τὸν Δία, καὶ παρεκάλουν ἀλλάξαι αὐτόν. Τότε δʼ ἔδωκεν αὐτοῖς βασιλέα ἔγχελυν. Ἰδόντες δὲ αὐτοῦ τὴν εὐήθειαν, οὐκ ἀπεδέξαντο αὐτόν. Ἦλθον οὖν ἐκ τρίτου πρὸς τὸν Δία, ὅπως καὶ τοῦτον ἀλλάξῃ. Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατʼ αὐτῶν, ὕδραν ἔπεμψεν, ἥτις ἕνα καθʼ ἕνα τῶν βατράχων ἤσθιεν. Ὁ μῦθος δηλοῖ, ὅτι ἄμεινόν ἐστι θεῷ πείθεσθαι, καὶ μὴ πονηροὺς ἔχειν ἄρχοντας καὶ ταραχοποιούς.