69. Ἄρκτος καὶ Ἀλώπηξ. (C. 165. F. 25. B. 14.) Ἄρκτος τίς ποτε μεγάλως ἐκαυχᾶτο, ὡς φιλανθρωπότατον πάντων ἐστὶ τῶν ζώων· φασὶ γὰρ ἄρκτον νεκρὸν μηδὲν βιβρώσκειν. Ἡ δὲ ἀλώπηξ ἀκούουσα ταῦτα ἐμειδίασε, καὶ πρὸς αὐτὴν ἀντέφη· „εἴθε τοὺς νεκροὺς ἤσθιες καὶ μὴ τοὺς ζῶντας.“ Ὁ μῦθος τοὺς πλεονέκτας καὶ ἐν ὑποκρίσει βιοῦντας ἐλέγχει. 70. Ἀρότης καὶ Λύκος. (S. 38.) Ἀρότης λύσας τὸ ζεῦγος ἐπὶ πότον ἀπήγαγε· λύκος δὲ λιμώττων καὶ τροφὴν ζητῶν ὡς περιέτυχε τῷ ἀρότρῳ, τὸ μὲν πρῶτον τὰς τῶν ταύρων ζεύγλας περιέλειχε, λαθὼν δὲ κατὰ μικρὸν, ἐπεὶ καθῆκε τὸν αὐχένα, ἀνασπᾶν μὴ δυνάμενος, ἐπὶ τὴν ἄρουραν τὸ ἄροτρον ἔσυρεν. Ὁ δὲ ἀρότης ἐπανελθὼν καὶ θεασάμενος αὐτὸν ἔλεγεν· „εἴθε γὰρ, ὦ κακὴ κεφαλὴ, καταλιπὼν τὰς ἁρπαγὰς καὶ τὸ ἀδικεῖν ἐπὶ τὸ γεωπονεῖν τραπείης.“ Οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων κἂν χρηστότητα ἐπαγγέλλωνται, ψεύδονται. 71. Ἀσπτάλαξ. (C.51.) Ὁ ἀσπάλαξ τυφλὸν ζῶόν ἐστι. Φησὶν οὖν ποτε τῇ μητρί· ,,συκαμινέαν, μῆτερ, ὁρῶ.“ Εἶτα αὖθίς φησι· „λιβάνου ὀσμῆς πεπλήρωμαι.“ Κἀκ τρίτου πάλιν „χαλκῆς“ φησὶ „ψηφῖδος κτύπον ἀκούω. δὲ μήτηρ ὑπολαβούσα εἶπεν· ,,ὦ τέκνον, ὡς ἤδη μανθάνω, οὐ μόνον ὄψεως ἐστέρησαι, ἀλλὰ καὶ ἀκοῆς καὶ ὀσφρήσεως. Ὁ μῦθος δηλοῖ, ὅτι ἔνιοι τῶν ἀλαζόνων τὰ ἀδύνατα κατεπαγγέλλονται καὶ ἐν τοῖς ἐλαχίστοις ἐλέγχονται. 71b. Ἀλλως. Σπάλαξ καὶ Μήτηρ. (S. 210. C. 307. F. 177.) Σπάλαξ (ἔστι δὲ τοῦτο τὸ ζῶον τυφλὸν) λέγει τῇ μητρὶ αὐτοῦ, ὅτι βλέπω· κἀκείνη πειράζουσα αὐτὸν χόνδρον λιβανωτοῦ δοῦσα αὐτῷ ἐπηρώτα, τί τοῦτο εἴη. Τοῦ δὲ εἰπόντος ψηφῖδα, ἡ μήτηρ εἶπεν· ,,ὦ τέκνον, οὐ μόνον τοῦ βλέπειν ἐστέρησαι, ἀλλὰ καὶ τὰς ὀσφρήσεις ἀπώλεσας.“ Οὕτως ἔνιοι τῶν ἀλαζόνων, μέχρις οὗ τὰ ἀδύνατα κατεπαγγέλλονται, καὶ ἐν τοῖς ἐλαχίστοις ἐλέγχονται. 72. Ἀστρολόγος. (S. 40. C. 166 e p.354. F. 19.) Ἀστρολόγος ἐξιὼν ἑκάστοτε ἑσπέρας ἔθος εἶχε τοὺς ἀστέρας ἐπισκοπῆσαι· καὶ δή ποτε περιιὼν εἰς τὸ προάστειον, καὶ τὸν νοῦν ὅλον ἔχων ἐν τῷ οὐρανῷ, ἔλαθε καταπεσὼν εἰς φρέαρ. Ὀδυρομένου δὲ αὐτοῦ καὶ βοῶντος, παριων τις ὡς ἢκουσε τῶν στεναγμῶν, προσελθὼν καὶ μαθὼν τὰ συμβεβηκότα, ἔφη πρὸς αὐτόν· ,,ὦ οὗτος, σὺ τὰ ἐν οὐρανῷ βλέπειν πειρώμενος τὰ ἐπὶ τῆς γῆς οὐχ ὁρᾷς;“ Τῷ λόγῳ τούτῳ χρήσαιτο ἄν τις πρὸς ἐκείνους τῶν ἀνθρώπων, οἳ παραδόξως ἀλαζονεύοντες οὐδὲ τὰ κοινὰ τοῖς ἀνθρώποις ἐπιτελεῖν δύνανται.