65. Ἄνθρωπος καὶ Τέττιξ. (C. 344. F. 411.) Ἀνήρ τις, ἀκρίδας συλλέγων καὶ ἀποκτιννὺς, εἷλε καὶ τέττιγα. Ἐπεὶ δὲ κἀκεῖνον ἠβούλετο κτεῖναι, φησὶν ὁ τέττιξ· ,, ἄνθρωπε, μή με μάτην ἀνέλῃς· ἐγὼ γὰρ οὔτε στάχυν βλάπτω, οὔτʼ ἄλλο τι τῶν ἀπάντων σε ἀδικῶ· τῇ κινήσει δὲ τῶν ἐν ἐμοὶ ὑμένων ἡδὺ φθέγγομεαι, τέρπων τοὺς ὁδοιπόρους· φωνῆς οὖν παρʼ ἐμοὶ πλέον οὐδὲν εὑρήσεις.“ Κἀκεῖνος, ταῦτα ἀκούσας, ἀφῆκεν ἀπιέναι. 65b. Ἄλλως. Τέττιξ καὶ ἀνήρ. (C. 385.) Τέττιξ, ἄνδρα τινὰ θεασάμενος κατασχεῖν αὐτὸν μηχανώμενον, ἔφη πρὸς αὐτόν· „ἐκείνοις τοῖς ὀρνέοις ἐπέρχου, παρʼ ὧν σοι καὶ ὄφελός τι προσγενήσεται· ἐμὲ γὰρ εἰ κατάσχῃς, οὐδὲν ἐξ ἐμοῦ τὸ παράπαν κερδανεῖς.“ Ὁ μῦθος δηλοῖ, ὡς οὐ χρή τινα τῶν ἀχρήστων καὶ ἀνονήτων ἐφίεσθαι. 66. Ἄνθρωπος καταθραύσας ἄγαλμα. (C. 128 et p.330. F.21. B. 119.) Ἄνθρωπός τις, ξύλινον ἔχων θεὸν, πένης ὢν καθικέτευε τοῦ ἀγαθοποιῆσαι. Ὡς οὖν ταῦτʼ ἔπραττε, καὶ μᾶλλον ἐν πενίᾳ διῆγε, θυμωθεὶς ἐκ τοῦ σκέλους ἂρας αὐτὸν τῷ τοίχῳ προσέκρουσε. Τῆς δὲ κεφαλῆς αὐτοῦ παραχρῆμα κλασθείσης, ἔῤῥευσε χρυσὸς ἐξ αὐτῆς, ὃν συναγαγὼν ὁ ἄνθρωπος ἐβόα· ,,στρεβλὸς τυγχάνεις, ὡς οἶμαι, καὶ ἀγνώμων· τιμῶντά σε γὰρ οὐδὲν ὠφέλησάς με· τυπτήσαντα δὲ πολλοῖς καλοῖς ἠμείψω.“ Ὁ μῦθος δηλοῖ, ὅτι οὐδὲν ὠφελήσεις σαυτὸν, πονηρὸν ἄνδρα τιμῶν, αὐτὸν δὲ τύπτων πλέον ὠφελήσεις. 67. Ἄνθρωπος λέοντα χρυσοῦν εὑρών. (S. 71. C. 26. P. 295.) Δειλὸς φιλάργυρος λέοντα χρυσοῦν εὑρὼν ἔλεγεν· Οὐκ οἶδα τίς γένωμαι ἐν τοῖς παροῦσιν· ἐγὼ ἐκβέβλημαι τῶν φρενῶν, καὶ τί πράττειν οὐκ ἔχω· μερίζει με φιλοχρηματία καὶ τῆς φύσεως ἡ δειλία. Ποία γὰρ τύχη ἢ ποῖος δαίμων εἰργάσατο χρυσοῦν λέοντα; Ἡ μὲν γὰρ ἐμὴ ψυχὴ πρὸς τὰ παρόντα ἑαυτῇ πολεμεῖ· ἀγαπᾷ μὲν τὸν χρυσὸν, δέδοικε δὲ τοῦ χρυσοῦ τὴν ἐργασίαν· ἅπτεσθαι μὲν ἐλαύνει ὁ πόθος, ἀπέχεσθαι δὲ ὁ τρόπος. Ὤ τύχης διδούσης καὶ μὴ λαμβάνεσθαι συγχωρούσης! ὤ θησαυρὸς ἡδονὴν μὴ ἔχων! ὤ χάρις δαίμονος ἄχαρις γενομένη! Τί οὖν; ποίῳ τρόπῳ χρήσωμαι; ἐπὶ ποίαν ἔλθω μηχανὴν; ἂπειμι τοὺς οἰκέτας δεῦρο κομίσων, λαβεῖν ὀφείλοντας τῇ πολυπληθεῖ συμμαχίᾳ· κἀγὼ πόῤῥω ἔσομαι θεατής. Ὁ λόγος ἁρμόζει πρός τινα πλούσιον, μὴ τολμῶντα προσψαῦσαι καὶ χρήσασθαι τῷ πλούτῳ. 68. Ἄραψ καὶ Κάμηλος. (B.8.) Ἄραψ κάμηλον ἀχθίσας ἐπηρώτα, πότερʼ ἀναβαίνειν μᾶλλον ἢ κάτω βαίνειν αἱροῖτο. χὡ κάμηλος, οὐκ ἄτερ μούσης, εἶφ’. „ἡ γὰρ ὀρθὴ τῶν ὁδῶν ἀπεκλείσθη;“ Ὁ λόγος εὔθετος πρὸς ἄνδρας διεστραμμένους τῆς εὐθείας ὁδοῦ ἐκκλίνοντας.