61b. Ἄλλίως. Γεωργὸς καὶ Ἀλώπηξ. (C. 304. P. 221.) Γεωργῷ πονηρῷ φθόνον ἐνεποίει τὸ τοῦ γείτονος αὐξανόμενον λήϊον, καὶ διαφθείρειν τοὺς ἐκείνου πόνους ἐζήτει. Καὶ θηράσας ἀλώπεκα, προσάψας δαλὸν, πρὸς τὸ τοῦ γείτονος ἀφίησι λήϊον. Ἡ δὲ καθʼ ἧς ἀφεῖτο μὴ παριοῦσα, βουλομένου τοῦ δαίμονος τὸ τοῦ πέμψανττος ἐνέπρησεν λήϊον. Πονηροὶ γείτονες πρῶτοι τῆς ἑτέρων μετέχουσι βλάβης. 62. Ἄνθρωπος καὶ Κύων. (C. 129 et p.331 sq. F.22. B. 42.) Ἄνθρωπός τις ἡτοίμαζε δεῖπνον, ἑστιάσων τινα τῶν φίλων αὐτῷ καὶ οἰκείων. Ὁ δὲ κύων αὐτοῦ ἄλλον κύνα ἐκάλει, λέγων· ,,ὠ φίλε, δεῦρο συνδείπνησόν μοι.“ Ὁ δὲ προσελθὼν χαίρων ἵστατο, βλέπων τὸ μέγα δεῖπνον, βοῶν ἐν τῇ καρδίᾳ· ,,βαβαὶ, πόση μοι χαρὰ ἄρτι ἐξαπιναίως ἐφάνη· τραφήσομαί τε γὰρ, καὶ εἰς κόρον δειπνήσω, ὥστε με αὔριον μηδαμῆ γε πεινᾶσαι.“ Ταῦτα καθʼ ἑαυτὸν λέγοντος τοῦ κυνὸς, καὶ ἅμα σείοντος τὴν κέρκον, ὡς δὴ εἰς τὸν φίλον θαβῥοῦντος, ὁ μάγειρος, ὡς εἶδε τοῦτον ὧδε κἀκεῖσε τὴν κέρκον περιστρέφοντα, κατασχών τὰ σκέλη αὐτοῦ, ἔῤῥιψε παραχρῆμα ἔξωθεν τῶν θυρίδων. Ὁ δὲ κατιὼν ἀπῄει μεγάλως κράζων. Τῶν τις δὲ κυνῶν, τῶν καθʼ ὁδὸν αὐτῷ συναντώντων, ἐπηρώτα· ,,πῶς ἐδείπνησας, φίλος;“ Ὁ δὲ πρὸς αὐτὸν ὑπολαβὼν ἔφη· ,,ἐκ τῆς πολλῆς πόσεως μεθυσθεὶς ὑπὲρ κόρον, οὐδὲ τὴν ὁδὸν αὐτὴν, ὅθεν ἐξῆλθον, οἶδα.“ Ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ θαῤῥεῖν τοῖς ἐξ ἀλλοτρίων εὖ ποιεῖν ἐπαγγελλομένοις. 63. Ἄνθρωπος καὶ Λέων συνοδεύοντες. (F. 169. C. 219 et p.374.) Ποτὲ συνώδευσε λέων ἀνθρώπῳ. Ἐκαυχῶντο οὖν πρὸς ἀλλήλους τοῖς λόγοις. Εὖρον δὲ ἐν τῇ ὁδῷ πετρίνην στήλην ὁμοίαν ἀνδρὶ, ἑτέραν στήλην λέοντος συμπνίγουσαν. Καὶ ὁ ἄνθρωπος ὑποδείξας πρὸς αὐτὴν, ταῦτα ἔφη· ,,ἴδε πῶς ἐσμεν κρείττονες ὑμῶν πάντων, καὶ ῥωμαλέοι ὑπὲρ ἅπαν θηρίον.“ Ὑπολαβὼν δὲ ὁ λέων ἔφη· ,,ὑφʼ ὑμῶν εἰσιν οὕτω ταῦτα γινόμενα καὶ πραττόμενα· εἰ γὰρ ᾔδεσαν λέοντες γλύφειν λίθους, πολλοὺς ἂν εἶδες ὑποκάτω λεόντων.“ Ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ καυχώμενοι πειρῶνται ἐν λόγοις ἑαυτοὺς ἐπιφημίζειν, καίπερ μὴ ὄντες τοιοῦτοι. 63b. Ἄλλως. (C. 219.) Εἰς ἔριν ἀλλήλοις ἀνήρ τε καὶ λέων προῆλθον· καὶ ὁ μὲν ἀνὴρ τὸ τῶν ἀνθρώπων κρεῖττον ἀπέφηνε γένος, ὁ δὲ τοῖς λέουσιν ἐδίδου τὸ πλέον. Ἁμιλλωμένων δὲ περὶ τοῦ κρείττονος, πίστιν ὁ ἀνὴρ ἐξ εἰκόνος ἐλάμβανεν, ἐν ᾗ λέων ἐγέγλυπτο ἐξ ἀνδρὸς ἁλισκόμενος. Καὶ πρὸς ἐκεῖνον ὁ λέων· ,,εἰ καὶ παρʼ ἡμῖν ἦσαν οἱ γλύ- φοντες, πλείους ἂν εἶδες ἑαλωκότας ἐκ λεόντων ἀν- θρώπους ἢ παρʼ ἀνθρώπων λέοντας.“ Ὁ τοῖς ἴσοις δικαίως χρώμενος οὐκ ἀπορήσει τῆς νίκης. 64. Ἄνθρωπος καὶ Σάτυρος. (S. 35. C. 126. F. 26.) Ἄνθρωπόν ποτε λέγεται πρὸς Σάτυρον φιλίαν σπείσασθαι. Καὶ δὴ χειμῶνος καταλαβόντος καὶ ψύ- χους γενομένου ὁ ἄνθρωπος τὰς χεῖρας τῷ στόματι ἐπέ- πνει. Τοῦ δὲ Σατύρου τὴν αἰτίαν ἐρομένου, διʼ ἣν τοῦτο πράττει, ἔλεγεν, ὅτι θερμαίνει τὰς χεῖρας διὰ τὸ κρύος. Ὕστερον δὲ παρατεθείσης αὐτοῖς τραπέζης καὶ προσφαγήματος θερμοῦ σφόδρα ὄντος, ὁ ἄνθρωπος ἀναιρούμενος κατὰ μικρὸν τῷ στόματι προσέφερε καὶ ἐφύσα· πυνθανομένου δὲ πάλιν τοῦ Σατύρου, τί τοῦτο ποιεῖ; ἔφασκε καταψύχειν τὸ ἔδεσμα, ἐπεὶ λίαν θερμόν ἐστι. Κἀκεῖνος ἔφη πρὸς αὐτόν· ,,ἀλλʼ ἀποτάσσομαί σου τῇ φιλίᾳ, ὦ οὗτος, ὅτι ἐκ τοῦ αὐτοῦ στόματος τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐξιεῖς.“ Ἀτὰρ οὖν καὶ ἡμᾶς περιφεύγειν δεῖ τὴν φιλίαν ὧν ἀμφίβολός ἐστιν ἡ διάθεσις.