<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1"><div type="textpart" subtype="fabula" n="57"><head>57. Ἀνὴρ πηρός. (S.37. C. 161 e p.351. F. 17.)</head><p>Ἀνὴρ πηρὸς εἰώθει πᾶν τὸ ἐπιτιθέμενον εἰς τὰς
χεῖρας αὐτῷ ζῶον ἐφαπτόμενος λέγειν, ὁποῖόν τι ἐστι.
Καὶ δή ποτε λυκιδίου αὐτῷ ἐπιδοθέντος, ψηλαφήσας

<pb n="29"/>
καὶ ἀμφιγνοῶν εἶπεν· ,,οὐκ οἶδα, πότερον λύκου εἴη
ἢ ἀλώπεκος ἢ τοιούτου τινὸς ζώου γέννημα· τοῦτο
μέντοι σαφῶς ἐπίσταμαι, ὅτι οὐκ ἐπιτήδειον τοῦτο τὸ
ζῶον προβάτων ποίμνῃ συνιέναι.</p><p>Οὕτω τῶν πονηρῶν ἡ διάθεσις πολλάκις καὶ ἀπὸ
τοῦ σώματος καταφαίνεται.</p></div><div type="textpart" subtype="fabula" n="58"><head>58. Ἀνὴρ φέναξ. (S.28. C. 18 et p. 289. F.36.)</head><p>Ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος ηὔξατο
τοῖς θεοῖς ἑκατόμβην τελέσαι, εἰ περισώσειαν αὐτόν·
οἱ δὲ ἀπόπειραν αὐτοῦ ποιήσασθαι βουλόμενοι, ῥαΐσαι
τάχιστα αὐτὸν παρεσκεύασαν. Κἀκεῖνος ἐξαναστὰς
ἐπειδὴ ἀληθινῶν βοῶν ἠπόρει, στεατίνους ἑκατὸν πλάσας 
ἐπί τινος βωμοῦ κατέκαυσεν εἰπών· ,,ἀπέχετε τὴν
εὐχὴν, ὦ δαίμονες.“ Οἰ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἐν
μέρει ἀντιβουκολῆσαι, ὄναρ αὐτῷ ἔπεμψαν, παραινοῦντες 
ἐλθεῖν εἰς τὸν αἰγιαλόν· ἐκεῖ γὰρ εὑρήσειν ἀττικὰς
χιλίας. Καὶ ὃς περιχαρὴς γενόμενος, δρομαῖος
ἧκεν ἐπὶ τὴν ᾐόνα, ἔνθα δὴ λῃσταῖς περιτυχὼν ἀπήχθη,
καὶ ὑπʼ αὐτῶν πωλούμενος εὗρε δραχμὰς χιλίας.</p><p>Ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα ψευδολόγον.</p></div><div type="textpart" subtype="fabula" n="59"><head>59. Ἀνθρακεὺς καὶ Γναφεύς. (S. 29. C. 12 et p. 286. F.27.)</head><p>Ἀνθρακεὺς ἐπί τινος οἰκίας ἐργαζόμενος καὶ θεασάμενος 
γναφέα αὐτῷ παροικισθέντα, προσελθὼν παρεκάλει 
αὐτὸν, ὅπως σύνοικος αὐτῷ γένηται, διεξιὼν
ὡς οἰκειότεροι ἀλλήλοις ἔσονται καὶ λυσιτελέστεροι [διὰ]
μίαν ἔπαυλιν οἰκοῦντες. Καὶ ὁ γναφεὺς ὑποτυχών ἔφη
πρὸς αὐτόν· ,,ἀλλʼ ἔμοιγε παντελῶς τοῦτό ἐστιν 
ἀδύνατον· ὃ γὰρ ἐγὼ λευκανῶ, σὺ ἀσβολήσεις.“</p><p>Ὁ λόγος δηλοῖ, ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητόν
ἐστι.</p></div><div type="textpart" subtype="fabula" n="60"><pb n="30"/><head>60. Ἄνθρωπος ἀριθμῶν τὰ κύματα.
(C. 333. F. 403. ex Luc. Hermot. c.84.)</head><p>Αἴσωπος ἔφη, ἄνθρωπόν τινα ἐπὶ τῇ ἠϊόνι καθεζόμενον 
ἐπὶ τὴν κυματωγὴν ἀριθμεῖν τὰ κύματα, σφαλέντα 
δὲ ἄχθεσθαι καὶ ἀνιᾶσθαι, ἄχρι δὴ τὴν κερδὼ
παραστᾶσαν εἰπεῖν αὐτῷ· ,,τί, ὦ γενναῖε, ἀνιᾷ τῶν
παρελθόντων ἕνεκα, δέον τὰ ἐντεῦθεν ἀρξάμενον 
ἀριθμεῖν, ἀμελήσαντα ἐκείνων;“</p></div><div type="textpart" subtype="fabula" n="61"><head>61. Ἄνθρωπος καὶ Ἀλώπηξ. (F. 265. C.163. B. 11.)</head><p>Ἀλώπεκά τις ἐχθρὰν ἔχων, ὡς βλάπτουσαν αὐτὸν
κρατήσας, καὶ θέλων ἐπὶ πολὺ τιμωρήσασθαι, στυππεῖα 
ἐλαίῳ βεβρεγμένα τῇ οὐρᾷ προσδήσας ὑφῆψε.
Ταύτην δὲ δαίμων εἰς τὰς ἀρούρας τοῦ λαβόντος ὡδήγει· 
ἦν δὲ καιρὸς ἀμητοῦ. δὲ ἠκολούθει θρηνῶν 
μηδὲν θερίσας.</p><p>Ὅτι πρᾷον εἶναι χρὴ, καὶ μὴ ἀμέτρως θυμοῦσθαι·
ἐξ ὀργῆς γὰρ πολλάκις τυγχάνει βλάβην γίνεσθαι μεγάλην 
τοῖς δυσοργήτοις.</p></div></div></body></text></TEI>