53. Ἀνὴρ καὶ Κύκλωψ. (C. 384. P.344.) Ἀνήρ τις τῶν εὐλαβῶν τυγχάνων [τάχα], καὶ τοῖς πρακτέοις σεμνὸς, ἐπὶ χρόνον ἱκανὸν εὐμαρῶς τοῖς ἰδίοις παισὶ συμβιοτεύων, μετὰ ταῦτα ἐνδείᾳ περιπίπτει ἐσχάτῃ, καὶ τὴν ψυχὴν καιρίως ἀλγῶν, ἐβλασφήμει τὸ θεῖον, καὶ ἑαυτὸν ἀνελεῖν ἀπηναγκάζετο. Λαβὼν οὖν σπάθην, ἐπί τινα τῶν ἐρημικῶν τόπων ἐξῄει, θανεῖν μᾶλλον αἱρετισάμενος, ἤπερ κακῶς ζῆν. Πορευόμενος δὲ λάκκον τινὰ βαθύτατον ἔτυχεν εὑρηκὼς, ἐν ᾧ χρυσίον οὐκ ὀλίγον παρά τινος τῶν γιγανταίων ἀπετέθειτο, ᾧ Κύκλωψ τὸ ὄνομα. Ἰδὼν δὲ ὁ [δῆθεν] εὐλαβὴς ἀνὴρ τὸ χρυσίον, φόβου εὐθὺς καὶ χαρᾶς ἀνάπλεως γίνεται, καὶ ῥίπτει μὲν τῆς χειρὸς τὸ ξίφος, αἴρει δὲ τὸ χρυσίον ἐκεῖθεν, καὶ ἄσμενος ἐπὶ τὴν οἰκίαν καὶ τοὺς παῖδας αὐτοῦ ἐπανέρχεται. Εἶτα ὁ Κύκλωψ ἐπὶ τὸν λάκκον ἐλθών, καὶ τὸ μὲν χρυσίον μὴ εὑρηκὼς, ἀντʼ αὐτοῦ δὲ κείμενον ἐκεῖσε τὸ ξίφος ἐωρακὼς, αὐτίκα τοῦτο σπασάμενος ἑαυτὸν διεχειρίσατο. μῦθος οὗτος δηλοῖ, ὡς τοῖς σκαιοῖς ἀνδράσιν ἀκολούθως ἐπισυμβαίνει τὰ φαῦλα· τοῖς δὲ ἀγαθοῖς καὶ εὐλαβέσι τὰ ἀγαθὰ ταμιεύεται. 54. Ἀνὴρ καὶ Μοιχός. (B. 116.) Νυκτὸς μεσούσης ᾖδε παῖς τις εὐφώνως· γυνὴ δʼ ἀκούει τοῦδε, κἀξαναστᾶσα θυρίδων προκύπτει, καὶ βλέπουσα τὸν παῖδα λαμπρᾶς σελήνης ἐν φάει καλὸν λίην, τὸν ἄνδρʼ ἑαυτῆς καταλιποῦσα κοιμᾶσθαι, κάτω μελάθρων ἦλθε, καὶ θύρης ἔξω ἐλθοῦσ’ ἐποίει τὴν προθυμίην πλήρη. ἁνὴρ δὲ ταύτης ἐξανίστατʼ ἐξαίφνης, ζητῶν ὅποὐστί, κοὐκ ἰδὼν δόμων εἴσω ἀμηχανῶν τε καὐτὸς ἦλθεν εἰς οἶμον· καὶ τῇ συνεύνῳ φησί· ,,μηδὲν ἐκπλήσσου, τὸν παῖδα δʼ ἡμῶν πεῖσον εἰς δόμους εὕδειν.“ ὃν καὶ λαβὼν παρῆγεν. εἶτα κἀκεῖνος, ἄμφω θελόντων δρᾶν τι, χἥδʼ ἐρᾳθύμει. Τουτὶ μὲν οὕτως· ἔμφασις δὲ τοῦ μύθου, κακόν ἐστι χαίρειν, ὅταν ἔχῃ τις ἐκτῖσαι. 55. Ἀνὴρ κακοπράγμων. (S. 36. C. 16 et p.288. F.32.) Ἀνὴρ κακοπράγμων συνορισάμενος πρός τινα ψεθδὲς ἐπιδείξειν τὸ ἐν Δελφοῖς μαντεῖον, ὡς ἐνέστη ἡ προθεσμία, λαβὼν στρουθίον εἰς τὴν χεῖρα, καὶ τοῦτο τῷ ίματίῳ σκεπάσας, ἧκεν εἰς τὸ ίερὸν, καὶ στὰς ἄντικρυς ἐπηρώτα, πότερόν τι ἔμπνουν ἔχει μετὰ χεῖρας ἢ ἄπνουν; βουλόμενος, ἐὰν μὲν ἄψυχον εἴπῃ, ζῶν τὸ στρουθίον ἐπιδεῖξαι, ἐὰν δὲ ἔμπνουν, ἀποπνίξας προενεγκεῖν. Καὶ ὁ θεὸς συνεὶς αὐτοῦ τὴν κακοτεχνίαν εἶπεν· ,,ἀλλʼ ὦ οὗτος, πέπαυσο· ἐν σοὶ γὰρ ἔστι, τοῦτο ὃ ἔχεις ἢ νεκρὸν εἶναι ἢ ἔμψυχον.“ Ὁ λόγος δηλοῖ, ὅτι τὸ θεῖον ἀπαρεγχείρητόν ἐστι. 56. Ἀνὴρ μεσαιπόλιος καὶ ἑταῖραι. (S. 31. C. 162 et p.352. F. 199. B. 22.) Ἀνὴρ μεσαιπόλιος δύο ἐρωμένας εἶχεν, ὧν ἡ μὲν νέα, ἡ δὲ πρεσβῦτις. Καὶ ἡ μὲν προβεβηκυῖα αἰδουμένη νεωτέρῳ αὐτῆς πλησιάζειν, διετέλει, εἴ ποτε πρὸς αὐτὴν παρεγένετο, τὰς μελαίνας αὐτοῦ τρίχας περιαιρουμένη· ἡ δὲ νεωτέρα ὑποστελλομένη γέροντα ἐραστὴν ἔχειν, τὰς πολιὰς αὐτοῦ ἀπέσπα. Καὶ οὕτω συνέβη ὑπὸ ἀμφοτέρων αὐτὸν περιτιλλόμενον φαλακρὸν γενέσθαι. Οὕτω πανταχοῦ τὸ ἀνώμαλον ἐπιβλαβές ἐστι. 56b. Ἄλλως. (C. 162.) Ἀνήρ τις, μέσην ἔχων ἥβην, δύο ἔσχεν ἑταίρας, μίαν μὲν γραῦν, τὴν δὲ ἑτέραν νέαν. Τούτῳ ἡ μὲν γραῦς τὰς μελαίνας τρίχας ἔτιλλεν, ὡς γέροντα τοῦτον θέλουσα, ἡ δὲ νέα τὰς πολιάς· ἕως αὐτὸν φαλακρὸν ἐποίησαν καὶ ὄνειδος ἀπάντων. Ὅτι ἐλεεινός ἐστιν ὃς εἰς γυναῖκας ἐμπίπτει.