5. Ἀετὸς καὶ Ἀλώπηξ. (S. 1. C. 1 et p.279 sq. F. 1.) Ἀετὸς καὶ ἀλώπηξ φιλεῖν ἀλλήλους συνθέμενοι, πλησίον ἑαυτῶν οἰκεῖν διέγνωσαν, βεβαίωσιν φιλίας τὴν συνήθειαν ποιούμενοι. Καὶ δὴ ὁ μὲν ἀναβὰς ἐπί τι περίμηκες δένδρον ἐνεοττοποιήσατο· ἡ δὲ εἰσελθοῦσα εἰς τὸν ὑποκείμενον θάμνον ἔτεκεν. Ἐξελθούσης δέ ποτε αὐτῆς ἐπὶ νομὴν, ὁ ἀετὸς ἀπορῶν τροφῆς, καταπτὰς εἰς τὸν θάμνον καὶ τὰ γεννήματα ἀναρπάσας, μετὰ τῶν αὑτοῦ νεοττῶν κατεθοινήσατο. Ἡ δʼἀλώπηξ ἐπανελθοῦσα ὡς ἔγνω τὸ πραχθὲν, οὐ μᾶλλον ἐπὶ τῷ τῶν νεοττῶν θανάτῳ ἐλυπήθη, ὅσον ἐπὶ τῷ τῆς ἀμύνης ἀπόρῳ· χερσαία γὰρ οὖσα πτηνὸν διώκειν ἠδυνάτει. Διὸ πόῤῥωθεν στᾶσα, ὃ μόνον τοῖς ἀσθενέσι καὶ ἀδυνάτοις ὑπολείπεται, τῷ ἐχθρῷ κατηρᾶτο. Συνέβη δʼ αὐτῷ τῆς εἰς τὴν φιλίαν ἀσεβείας οὐκ εἰς μακρὰν δίκην ὑπελθεῖν· θυόντων γάρ τινων αἶγα ἐπʼ ἀγροῦ, καταπτὰς ἀπὸ τοῦ βωμοῦ σπλάγχνον ἔμπυρον ἀνήνεγκεν· οὐ ὗ κομισθέντος εἰς τὴν καλιὰν, σφοδρὸς ἐμπεσὼν ἄνεμος ἐκ λεπτοῦ καὶ παλαιοῦ κάρφους λαμπρὰν φλόγα ἀνῆψε· καὶ διὰ τοῦτο καταφλεχθέντες οἱ νεοττοὶ (καὶ γὰρ ἦσαν ἔτι ἀπτῆνες οἱ ἀετιδεῖς) ἐπὶ τὴν γῆν κατέπεσον. Καὶ ἡ ἀλώπηξ προσδραμοῦσα ἐν ὄψει τοῦ ἀετοῦ πάντας αὐτοὺς κατέφαγεν. Ὁ λόγος δηλοῖ, ὅτι οἱ φιλίαν παρασπονδοῦντες, κἄν τὴν τῶν ἠδικημένων ἐκφύγωσι κόλασιν διʼ ἀσθένειαν, ἀλλ’ οὖν γε τὴν ἐκ θεοῦ τιμωρίαν διακρούονται οὐδʼ ὅλως. 6. Ἀετὸς καὶ Ἄνθρωπος. (F. 23. (C. 147 et p. 345.) Ἀετός ποτε ἑάλω ὑπʼ ἀνθρώπου, ὅστις τὰ πτερὰ αὐτοῦ εὐθέως τίλας, εἴασεν αὐτὸν ἐν οἴκῳ σὺν ὄρνισιν· ὁ δὲ κατηφὴς ἐκ τῆς λύπης ὑπῆρχεν. Ἕτερος δέ τις τοῦτον ἐξαγοράσας, ἀνεπτέρωσε τὸν ἀετὸν αὐτίκα. Ὁ δὲ πετασθεὶς καὶ λαγωὸν ἁρπάσας, ἤνεγκεν εὐθὺς δῶρον τῷ εὐ εργέτῃ. Τοῦτο ἀλώπηξ κατιδοῦσα ἐβόα· „μὴ τοῦτον σὺ ξένιζε, ἀλλὰ τὸν πρῶτον, μήπως ὁ αὐτός σε πάλιν κυνηγήσῃ, καὶ αὖθις τὰ πτερὰ τὰ σὰ κατερημώσῃ.“ Ὁ μῦθος δηλοῖ, ὅτι δεῖ χρηστὰς ἀμοιβὰς τοῖς εὐεργἐταις παρέχειν, τοὺς δὲ κακοὺς ἐκκλίνειν. 7. Ἀετὸς καὶ Κάνθαρος. (S.3. C. 2. F. 223.) Ἀετὸς λαγωὸν ἐδίωκεν· ὁ δὲ ἐν ἐρημίᾳ τῶν βοηθηόντων ὑπάρχων, ὃν μόνον ὁ καιρὸς παρέσχε κάνθαρον ἰδὼν, τοῦτον ἱκέτευεν. Ὁ δὲ παραθαῤῥύνας αὐτὸν, ὡς ἐγγὺς ἐλθόντα τὸν ἀετὸν ἐθεάσατο, παρεκάλει μὴ ἀπάγειν αὐτοῦ τὸν ἱκέτην· κἀκεῖνος ὑπεριδὼν τὴν σμικρότητα, ἐν ὄψει κανθάρου τὸν λαγωὸν κατεθοινήσατο. Ὁ δὲ ἀπʼ ἐκείνου μνησικακῶν διετέλει, παρατηρούμενος τοῦ ἀετοῦ τὰς καλιὰς, καὶ εἴ ποτε ἐκεῖνος ἔτικτε, μετάρσιος διαιρόμενος ἐκύλιε τὰ ὠὰ καὶ κατέασσε, μέχρις οὗ πανταχόθεν ἐλαυνόμενος ὁ ἀετὸς ἐπὶ τὸν Δία κατέφυγεν (ἐστὶ δὲ τοῦ Διὸς ἱερὸς ὁ ὄρνις), καὶ αὐτοῦ ἐδεήθη, τόπον αὐτῷ πρὸς νεοττοποιίαν ἀσφαλῆ παρασχεῖν. Τοῦ δὲ Διὸς ἐν τοῖς κόλποις αὐτοῦ τίκτειν ἐπιτρέψαντος αὐτῷ, ὁ κάνθαρος τοῦτο ἑωρακὼς, κόπρου σφαῖραν ποιήσας ἀνέπτη, καὶ γενόμενος κατὰ τοὺς τοῦ Διὸς κόλπους, ἐνταῦθα καθῆκεν. Ὁ δὲ Ζεὺς ἀποδύσασθαι τὴν κόπρον βουλόμενος, ὡς διανέστη, ἔλαθεν ἀποῤῥίψας τὰ ὠά· ἀπʼ ἐκείνου τε φασὶ, περὶ ὃν καιρὸν οἱ κάνθαροι γίνονται, τοὺς ἀετούς μὴ νεοττεύειν. Ὁ λόγος δηλοῖ, μηδενὸς καταφρονεῖν, λογιζομένους, ὅτι οὐδεὶς οὕτω ἐστὶν ἀδύνατος, ὡς προπηλακισθεὶς μὴ δύνασθαι ἑαυτὸν ἐκδικῆσαι. 8. Ἀετὸς καὶ Κολοιὸς καὶ Ποιμήν. (S. 2. C. 203 et p. 370. F.3.) Ἀετὸς καταπτὰς ἀπό τινος ὑψηλῆς πέτρας ἂργα ἥρπασε· κολοιὸς δὲ τοῦτο θεασάμενος διὰ ζῆλον τοῦτον μιμήσασθαι ἤθελε. Καὶ δὴ καθεὶς ἑαυτὸν μετὰ πολλοῦ τοῦ ῥοίζου ἐπὶ κριὸν ἠνέχθη· ἐμπαρέντων δʼ αὐτοῦ τῶν ὀνύχων τοῖς μαλλοῖς, ἐξαρθὴναι μὴ δυνάμενος ἐπτερύσσετο, ἕως ὁ ποιμὴν, τὸ γεγονὸς αἰσθόμενος, προσδραμὼν συνέλαβεν αὐτόν. Καὶ περικόψας αὐτοῦ τὰ ὀξύπτερα, ὡς ἑσπέρα κατέλαβε, τοῖς αὐτοῦ παισὶν ἐκόμισε. Τῶν δὲ πυνθανομένων, τί ἄν εἴη τὸ ὄρνεον, ἔφη· „ὡς μὲν ἐγὼ σαφῶς οἶδα, κολοιός, ὡς δὲ αὐτὸς βούλεται, ἀετός.“ Οὕτως ἡ πρὸς τοὺς ὑπερέχοντας ἅμιλλα πρὸς τῷ μηδὲν ἀνύειν καὶ ἐπὶ συμφοραῖς προσκτᾶται γέλωτα. 9. Ἀηδὼν καὶ Ἱέραξ. (S. 4. C. 3 et p. 281. F. 2.) Ἀηδὼν ἐπί τινος ὑψηλῆς δρυὸς καθημένη κατὰ τὸ σύνηθες ᾖδεν· ἱέραξ δὲ αὐτὴν θεασάμενος, ὡς ἠπόρει τροφῆς, ἐπιπτὰς συνέλαβεν· ἡ δὲ μέλλουσα ἀναιρεῖσθαι ἐδέετο μεθεῖναι αὐτὴν, λέγουσα, ὡς οὐχ ἱκανή ἐστιν ἱἐρακος γαστέρα αὐτὴ πληρῶσαι· δεῖν δὲ αὐτὸν, εἰ τροφῆς ἀπορεῖ, ἐπὶ τὰ μείζονα τῶν ὀρνέων τρέπεσθαι. Καὶ ὃς ὑποτυχὼν εἶπεν· ,,ἀλλ’ ἔγωγε ἀπόπληκτος ἄν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην βορὰν ἀφεὶς τὰ μηδέπω φαινόμενα διώκοιμι.“ Ὁ λόγος δηλοῖ, ὡς οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν οἳ δι’ ἐλπίδα μειζόνων [πραγμάτων] τὰ ἐν χερσὶν ὄντα προΐενται.