<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1"><div type="textpart" subtype="fabula" n="48"><head>48. Ἀνδροφόνος. (S. 32. C. 160 et p. 351. F. 29.)</head><p>Ἄνθρωπόν τις ἀποκτείνας ὑπὸ τῶν αὐτοῦ συγγενῶν 
ἐδιώκετο. Γενόμενος δὲ κατὰ τὸν Νεῖλον ποταμὸν,
λύκου αὐτῷ ἀπαντήσαντος, φοβηθεὶς ἀνέβη ἐπί τι δένδρον
τῷ ποταμῷ παρακείμενον, κἀκεῖ ἐκρύπτετο. Θεασάμενος
δὲ ἐνταῦθα ἔχιν κατʼ αὐτοῦ ἐρχόμενον, ἑαυτὸν
εἰς τὸν ποταμὸν καθῆκεν· ἐν δὲ τούτῳ ὑποδεξάμενος
αὐτὸν κροκόδειλος κατεθοινήσατο.</p><p>Ὁ λόγος δηλοῖ, ὅτι τοῖς ἐναγέσι τῶν ἀνθρώπων οὔτε
γῆς οὔτε ἀέρος οὔτε ὕδατος στοιχεῖον ἀσφαλές ἐστιν.</p></div><div type="textpart" subtype="fabula" n="49"><head>49. Ἀνὴρ ἀδύνατα ἐπαγγελλόμενος. (S.34.C. 15 et p.288 F.31)</head><p>Ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος, ἐπειδὴ
παρὰ τῶν ἰατρῶν ἀπηλπίσθη, τοῖς θεοῖς ηὔχετο 

<pb n="25"/>
ἑκατόμβην ποιῆσαι, ἐπαγγειλάμενος καὶ ἀναθήματα καθιερώσειν,
ἐὰν ἐξαναστῇ. Τῆς δὲ γυναικὸς, ἐτύγχανε γὰρ
αὐτὴ παρεστῶσα, πυνθανομένης ,,καὶ πόθεν αὐτὰ
ἀποδώσεις ;“ ἔφη· ,, νομίζεις γάρ με ἐξαναστήσεσθαι,
ἵνα καὶ ταῦτα οἱ θεοὶ ἀπαιτήσωσι;“</p><p>Ὁ λόγος δηλοῖ, ὅτι ταῦτα ῥᾳδίως οἱ ἄνθρωποι 
κατεπαγγέλλονται, ἃ τελέσειν ἔργῳ οὐ προσδοκῶσι.</p></div><div type="textpart" subtype="fabula" n="50"><head>50. Ἀνὴρ Ἀθηναῖος καὶ Θηβαῖος. (B. 15)</head><p>Ἀνὴρ Ἀθηναῖός τις ἀνδρὶ Θηβαίῳ
κοινῶς ὁδεύων, ὥσπερ εἰκὸς, ὡμίλει·
ῥέων δʼ ὁ μῦθος ἦλθε μέχρις ἡρώων,
μακρὴ μὲν ἄλλως ῥῆσις οὐδʼ ἀναγκαίη.
τέλος δʼ ὁ μὲν Θηβαῖος υίὸν Ἀλκμήνης
μέγιστον ἀνδρῶν, νῦν δὲ καὶ θεῶν ὕμνει·
ὁ δʼ ἐξ Ἀθηνῶν ἔλεγεν ὡς πολὺ κρείσσων
Θησεὺς γένοιτο, καὶ τύχης ὁ μὲν θείης
ὄντως λέλογχεν, Ἡρακλῆς δὲ δουλείης.
λέγων δʼ ἐνίκα· στωμύλος γὰρ ἦν ῥήτωρ·
ὁ δʼ ἄλλος, ὡς Βοιωτὸς, οὐκ ἔχων ἴσην
λόγοις ἅμιλλαν, εἶπεν ἀγρίῃ μούσῃ·
,,πέπαυσο· νικᾷς. τοιγαροῦν χολωθείη
Θησεὺς μὲν ἡμῖν, Ἡρακλῆς δʼ Ἀθηναίοις·“</p><p>Ὅτι οὐ δεῖ τοὺς μεγιστᾶνας κινεῖν εἰς ὀργὴν κατὰ
τῶν ὑπεξουσίων. [Είς ματαιολογίας καὶ ἔριδας.]</p></div><div type="textpart" subtype="fabula" n="51"><head>51. Ἀνὴρ, Ἵππος καὶ Πῶλος. (C.383. F. 343.)</head><p>Ἀνήρ τις ἐπωχεῖτο θηλείᾳ τινὶ ἵππῳ ἐγκύῳ ὑπαρχούσῃ, 
καὶ ὁδοιποροῦντος αὐτοῦ πῶλον ἡ ἵππος ἀπέτεκεν. 
Ὁ δὲ πῶλος κατόπιν αὐτῆς εὐθὺς πορευόμενος,
καὶ ταχέως ἰλιγγιάσας, πρὸς τὸν τῆς ἰδίας μητρὸς 
ἐπιβάτην ἔλεγεν· ,,ἰδοὺ, ὁρᾷς με βραχύτατον καὶ πρὸς
πορείαν ἀδύνατον· γίνωσκε τοίνυν, ὡς εἰ ἐνταῦθα

<pb n="26"/>
ἐγκαταλίπῃς με, αὐθωρὸν διαφθείρομαι. Εἰ δὲ ἐντεῦθεν 
ἄρῃς με, καὶ ἀπαγάγῃς ἐν τόπῳ, καὶ ἀνατραφῆναι
παρασκευάσῃς, οὕτως αὐξυνθεὶς ἐν ὑστέρῳ ἐποχεῖσθαί
μοι ποιήσω σε.“</p><p>Ὁ μῦθος δηλοῖ, ὡς ἐκείνους χρὴ εὐεργετεῖν, ὑφʼ
ὧν καὶ ἡ ἀντάμειψις τῆς εὐποιίας ἐλπίζεται.</p></div><div type="textpart" subtype="fabula" n="52"><head>52. Ἀνὴρ καὶ Γυνή. (S. 96. C.93. P.246.)</head><p>Ἔχων τις γυναῖκα πρὸς πάντας τοὺς κατʼ οἶκον
λίαν τὸ ἦθος ἀργαλέαν ἠβουλήθη γνῶναι, εἰ καὶ πρὸς
τοὺς πατρῴους οἰκέτας ὁμοίως διάκειται· ὅθεν μετὰ
προφάσεως εὐλόγου πρὸς τὸν πατέρα αὐτὴν ἔπεμψε.
Μετὰ δὲ ὀλίγας ἡμέρας ἀνελθούσης αὐτῆς ἐπυνθάνετο,
πῶς αὐτὴν οἱ οἰκεῖοι προσεδέξαντο; Τῆς δὲ εἰπούσης·
,,οἱ βουκόλοι καὶ οἱ ποιμένες με ὑπεβλέποντο,“ ἔφη
πρὸς αὐτήν· ,,ἀλλʼ ὦ γύναι, εἰ τούτοις ἀπήχθου, οἵ
ὄρθρου μὲν τὰς ποίμνας ἐξελαύνουσιν, ὀψὲ δὲ εἰσίασι,
τί χρὴ προσδοκᾶν περὶ τούτων, οἷς πᾶσαν τὴν ἡμέραν
συνδιέτριβες;“</p><p>Οὕτω πολλάκις ἐκ τῶν μικρῶν τὰ μεγάλα καὶ ἐκ
τῶν προδήλων τὰ ἄδηλα γνωρίζονται.</p></div></div></body></text></TEI>