45. Ἀλώπηξ καὶ Τράγος. (S.9. C. 4 et p. 281. F. 4.) Ἀλώπηξ πεσοῦσα εἰς φρέαρ, ἐπάναγκες ἔμενε, πρὸς ιὴν ἀνάβασιν ἀμηχανοῦσα· τράγος δὲ δίψῃ συνεχόμενος ὡς ἐγένετο κατὰ τὸ αὐτὸ φρέαρ, θεασάμενος αὐτὴν, ἐπυνθάνετο, εἰ καλὸν εἴη τὸ ὕδωρ· ἡ δὲ, τὴν δυστυχίαν ἀσμενισαμένη, πολὺν ἔπαινον τοῦ ὕδατος κατέτεινε, λέγουσα, ὡς χρηστὸν εἴη, καὶ καταβῆναι αὐτῷ παρῄνει. Ὁ δὲ ἀμελετήτως κατῆλθε διὰ μόνην ἐπιθυμίαν, καὶ ἅμα τῷ τὴν δίψαν σβέσαι, μετὰ τῆς ἀλώπεκος ἐσκόπει τὴν ἄνοδον· καὶ ἡ ἀλώπηξ χρήσιμον. τι ἔφη ἐπινενοηκέναι εἰς τὴν ἀμφοτέρων σωτηρίαν· „ εἰ γὰρ θελήσεις τοὺς ἐμπροσθίους πόδας τῷ τοίχῷ προσερεῖσαι, ἐγκλίνας τὰ κέρατα, ἀναδραμοῦσα αὐτὴ διὰ τοῦ σοῦ νώτου καὶ σὲ ἀναβιβάσω.“ Τοῦ δὲ καὶ πρὸς τὴν δευτέραν παραίνεσιν ἑτοίμως ὑπηρετήσαντος, ἡ ἀλώπηξ ἁλομένη διὰ τῶν σκελῶν αὐτοῦ ἐπὶ τὸν νῶτον ἀνέβη, καὶ ἀπʼ ἐκείνου ἐπὶ τὰ κέρατα διερεισαμένη, ἐπὶ τὸ στόμα τοῦ φρέατος ἀνελθοῦσα ἀπηλλάττετο. Τοῦ δὲ τράγου μεμφομένου αὐτὴν, ὡς τὰς ὁμολογίας παραβαίνουσαν, ἐπιστραφεῖσα εἶπεν· ,,ὦ οὗτος, ἀλλʼ εἰ τοσαύτας φρένας εἶχες, ὅσας ἐν τῷ πώγωνι τρίχας, οὐ πρότερον δὴ κατεβεβήκεις, πρὶν ἢ τὴν ἄνοδον ἐσκέψω.“ Οὕτω καὶ τῶν ἀνθρώπων τοὺς φρονίμους δεῖ πρότερον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν, εἶθʼ οὕτως αὐτοῖς ἐπιχειρεῖν. 45b. Ἄλλως. (C. p.6.) Τράγος, ἐν θέρει σφοδρῶς διψήσας, κατῆλθεν εἰς βαθύκρημνον ὕδωρ πιεῖν. Πιών δὲ καὶ χορτασθεὶς οὐκ ἡδύνατο ἀνελθεῖν καὶ μετενόει καὶ βοηθὸν ἐζήτει. Ἀλώπηξ δὲ τοῦτον ἰδοῦσα ἔφη· ,,ὦ ἀνόητε, εἰ τόσας φρένας εἶχες, ὅσας ἐν τῷ πώγωνι τρίχας, πρότερον οὐκ ἂν κατέβης, ἢ μὴ τὴν ἄνοδον ἐσκέεψω.“ Ὅτι δεῖ πρότερον προσκοποῦντα τὰ τέλη τῶν πραγμάτων, οὕτω ποιεῖσθαι (ποιεῖν ?). 46. Ἀλώπηξ κόλουρος. (S.17. C.7 et p.284. F. 6.) Ἀλώπηξ ὑπό τινος παγίδος τὴν οὐρὰν ἀποκοπεῖσα, ἐπειδὴ διʼ αἰσχύνην ἀβίωτον ἡγεῖτο τὸν βίον ἔχειν, ἔγνω δεῖν καὶ τὰς ἄλλας ἀλώπεκας εἰς τὸ αὐτὸ προσαγαγεῖν, ἵνα τῷ κοινῷ πάθει τὸ ἴδιον ἐλάττωμα συγκρύψη. Καὶ δὴ ἁπάσας ἀθροίσασα παρῄνει αὐταῖς τὰς οὐρὰς ἀποκόπτειν, λέγουσα, ὡς οὐκ ἀπρεπὲς μόνον τοῦτο, ἀλλὰ καὶ περισσόν τι αὐταῖς βάρος προσήρτηται. Τού- των δέ τις ὑποτυχοῦσα ἔφη· ,,ὦ αὕτη, ἀλλʼ εἰ μή σοι τοῦτο συνέφερεν, οὐκ ἂν ἡμῖν αὐτὸ συνεβούλευσας.“ Ὁ λόγος πρὸς ἐκείνους, οἳ τὰς συμβουλίας ποιοῦνται τοῖς πέλας οὐ διʼ εὔνοιαν, ἀλλὰ διὰ τὸ ἑαυτοῖς συμφέρον. 47. Ἀλώπηξ πρὸς μορμολύκειον. (S.27.) Ἀλώπηξ εἰσελθοῦσα εἰς πλάστου ἐργαστήριον, καὶ ἕκαστον τῶν ἐνόντων διερευνῶσα ὡς περιέτυχε τραγῳδῶν προσώπῳ, τοῦτο ἐπάρασα εἶπεν· ,,οἵα κεφαλὴ ἐγκέφαλον οὐκ ἔχει.“ Ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα μεγαλοπρεπῆ μὲν σώματι, κατὰ ψυχὴν δὲ ἀλόγιστον. 47b. Ἄλλως. (C. 11 et pp.286. F. 11) Ἀλώπηξ εἰς οἰκίαν ἐλθοῦσα ὑποκριτοῦ, καὶ ἕκαστα τῶν αὐτοῦ σκευῶν διερευνωμένη, εὗρε καὶ κεφαλὴν μορμολυκείου εὐφυῶς κατεσκευασμένην, ἣν καὶ ἀνα- λαβοῦσα ταῖς χερσὶν ἔφη· ,,ὦ οἵα κεφαλὴ, καὶ ἐγκέ- φαλον οὐκ ἔχει.“ Ὁ μῦθος πρὸς ἄνδρας μεγαλοπρεπεῖς μὲν τῷ σώ- ματι, κατὰ δὲ ψυχὴν ἀλογίστους.