<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1"><div type="textpart" subtype="fabula" n="33b"><head>33b. Ἄλλως. (C. 156.)</head><p>Κερδὼ βότρυν βλέπουσα μακρᾶς ἀμπέλου,
πρὸς ὕψος ἦρτο, καὶ καμοῦσα πολλάκις
ἑλεῖν ἀπεῖπε· πρὸς ἑαυτὴν ταῦτʼ ἔφη·
„μὴ κάμνε· ῥᾶγες ὀμφακίζουσιν μάλα.“
Πρὸς τοὺς ποιοῦντας τὴν ἀνάγκην φιλοτιμίαν.</p></div><div type="textpart" subtype="fabula" n="34"><head>34. Ἀλώπηξ καὶ Γέρανος.
(C. 326. F. 397. ex Plut:. Symp. Disput. l, c. 5. p. 614, E.)</head><p>Οἱ τοιαῦτα προβλήματα καθιέντες οὐδὲν ἂν τῆς
Αἰσωπείου γεράνου καὶ ἀλώπεκος ἐπιεικέστεροι πρὸς
κοινωνίαν φανεῖεν· ὧν ἡ μὲν ἔτνος τι λιπαρὸν κατὰ
λίθου πλατείας καταχεαμένη, ἠνία ἅμα γέλωτα 
παρέχουσαν· ἐξέφευγε γὰρ ὑγρότητι τὸ ἔτνος τὴν λεπτότητα
τοῦ στόματος αὐτῆς. Ἐν μέρει τοίνυν ἡ γέρανος αὐτῇ
καταγγείλασα δεῖπνον, ἐν λαγυνίδι προὔθηκε λεπτὸν
ἐχούσῃ καὶ μακρὸν τράχηλον, ὥστε αὐτὴν μὲν καθιέναι
τὸ στόμα ῥᾳδίως καὶ ἀπολαύειν, τὴν δὲ ἀλώπεκα, μὴ
δυναμένην, κομίζεσθαι συμβολὰς πρεπούσας.</p><p>Οὕτω τοίνυν, ὅταν οἱ φιλόσοφοι παρὰ πότον εἰς
λεπτὰ καὶ διαλεκτικὰ προβλήματα καταδύντες, ἐνοχλῶσι
τοῖς πολλοῖς ἕπεσθαι μὴ δυναμένοις, ἐκεῖνοι δὲ πάλιν
ἐπʼ ᾠδάς τινας καὶ διηγήματα φλυαρώδη καὶ λόγους
βαναύσους καὶ ἀγοραίους ἐμβάλωσιν ἑαυτοὺς, οἴχεται

<pb n="18"/>
τῆς συμποτικῆς κοινωνίας τὸ τέλος καὶ καθύβρισται
Διόνυσος.</p></div><div type="textpart" subtype="fabula" n="35"><head>35. Ἀλώπηξ καὶ Δρυτόμος.
(S. 22. C. 127 e p.329. F.10. B.50.)</head><p>Ἀλώπηξ κυνηγοὺς φεύγουσα ὡς ἐθεάσατό τινα
δρυτόμον, τοῦτον ἱκέτευε κατακρύψαι αὐτήν· ὁ δʼαὐτῃ
παρῄνεσεν, εἰς τὴν ἑαυτοῦ καλύβην εἰσελθοῦσαν κρυβῆναι. 
Μετʼ οὐ πολὺ δὲ παραγενομένων τῶν κυνηγῶν 
καὶ τοῦ δρυτόμου πυνθανομένων, εἰ τεθέατα
ἀλώπεκα τῇδε παριοῦσαν, ἐκεῖνος τῇ μὲν φωνῇ ἡρνεῖτο
ἑωρακέναι, τῇ δὲ χειρὶ νεύων ἐσήμαινεν ὅπου κατεκέκρυπτο. 
Τῶν δὲ οὐχ οἷς ἔνευε προςσχόντων, ἀλλʼ οἷς
ἔλεγε πιστευσάντων, ἡ ἀλώπηξ ἰδοῦσα αὐτοὺς ἁπαλλαγέντας, 
ἐξελθοῦσα ἀπροσφωνητὶ ἐπορεύετο· μεμφομένου 
δʼ αὐτὴν τοῦ δρυτόμου, εἴγε διασωθεῖσα ὑπ᾽
αὐτοῦ οὐδὲ φωνῆς αὐτὸν ἠξίωσεν, ἔφη· „ἀλλʼ ἔγωγε
ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὅμοια τὰ ἔργα τῶν
χειρῶν καὶ τοὺς τρόπους εἶχες.</p><p>Τούτῳ τῷ λόγῳ χρήσαιτʼ ἄν τις πρὸς ἐκείνους τῶν
ἀνθρώπων, οἵτινες τὰ μὲν χρηστὰ σαφῶς ἐπαγγέλλονται,
ἔργα δὲ φαῦλα δρῶσιν.</p></div><div type="textpart" subtype="fabula" n="35b"><head>35b. Ἄλλως. Ἀλώπηξ καὶ Ποιμήν. (C. p.70.)</head><p>Ἔλαφον διώκει λέων. δὲ φεύγουσα ὑπεξάγει
καὶ καταδύεται εἰς δρυμῶνα βαθύν. Ὁ δὲ λέων, ἐπιστὰς
τῷ δρυμῷ, ἐρωτᾷ τὸν ποιμένα, εἴ που εἶδε πτήξασαν
τὴν ἔλαφον. Ὁ δὲ ποιμὴν οὐκ ἔφη εἰδέναι, καὶ
ὁμοῦ λέγων τὴν χεῖρα ἀνατείνας ἔδειξε τὸ χωρίον.
Ὤιχετο ὁ λέων ἐπὶ τὴν δειλαίαν ἔλαφον· ἡ δὲ ἀλώπηξ
πρὸς τὸν ποιμένα λέγει· ,,ὡς δειλὸς ἄρα καὶ πονηρὸς
ἦσθα, δειλὸς μὲν πρὸς λέοντας, πονηρὸς δὲ εἰς 
ἐλάφους.“</p></div><div type="textpart" subtype="fabula" n="36"><pb n="19"/><head>36. Ἀλώπηξ καὶ Ἐχῖνος.
(C. 314. F.384. ex Aristot. Phetor. II, c.20.)</head><p>Αἴσωπος ἐν Σάμῳ δημηγορῶν, κρινομένου 
δημαγωγοῦ περὶ θανάτου, ἔφη· Ἀλώπεκα διαβαίνουσαν
ποταμὸν ἀπωσθῆναι εἰς φάραγγα· οὐ δυναμένην δʼ
ἐκβῆναι πολὺν χρόνον κακοπαθεῖν, καὶ κυνοραϊστὰς
πολλοὺς ἔχεσθαι αὐτῆς· ἐχῖνον δὲ πλανώμενον, ὡς εἶδεν
αὐτὴν, κατοικτείραντα εἰπεῖν, εἰ ἀφέλοι αὐτῆς
τοὺς κυνοραῖστάς· τὴν δὲ οὐκ ἐᾶν. Ἐρομένου δὲ, διὰ
τί, ,,ὅτι οὗτοι μὲν“ φάναι ,,ἤδη μου πλήρεις εἰσὶ καὶ
ὀλίγον ἕλκουσιν αἷμα, ἐὰν δὲ τούτους ἀφέλῃ, ἕτεροι
ἐλθόντες πεινῶντες ἐκπιοῦνταί μου τὸ λοιπὸν οἷμα.“ —
„Ἀτὰρ καὶ ὑμᾶς,“ ἔφη ,,ὦ ἄνδρες Σάμιοι, οὗτος μὲν
οὐδὲν ἔτι βλάψει· πλούσιος γάρ ἐστιν· ἐὰν δὲ ἀποκτεί-
νητε, ἕτεροι ἥξουσι πένητες, οἳ ὑμῖν ἀναλώσουσι τὰ
κοινὰ κλέπτοντες.“</p></div></div></body></text></TEI>