<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1"><div type="textpart" subtype="fabula" n="30"><head>30. Ἀλώπεκες. (C. 155. F. 264.)</head><p>Ποτὲ ἀλώπεκες ἐπὶ τὸν Μαίανδρον ποταμὸν 
συνηθροίσθησαν, πιεῖν ἐξ αὐτοῦ θέλουσαι· διὰ δὲ τὸ 
ῥοιζηδὸν φέρεσθαι τὸ ὕδωρ, ἀλλήλας προτρεπόμεναι οὐκ
ἐτόλμων εἰσελθεῖν. Μιᾶς δὲ αὐτῶν διεξιούσης, ἐπὶ τῷ
εὐτελίζειν τὰς λοιπὰς, καὶ δειλίαν καταγελώσης, ἑαυτὴν 
ὡς γενναιοτέραν προκρίνασα θαρσαλέως εἰς τὸ
ὕδωρ ἐπήδησεν. Τοῦ δὲ ῥεύματος ταύτην εἰς μέσον 
κατασύραντος, καὶ τῶν λοιπῶν, παρὰ τὴν ὄχθην τοῦ 
ποταμοῦ ἑστηκυιῶν, πρὸς αὐτὴν εἰπουσῶν „μὴ ἐάσῃς
ἡμᾶς, ἀλλὰ στραφεῖσα ὑπόδειξον τὴν εἴσοδον, διʼ ἧς
ἀκινδύνως δυνησόμεθα πιεῖν,“ ἐκείνη ἀπαγομένη 
ἔλεγεν· ,,ἀπόκρισιν ἔχω εἰς Μίλητον, καὶ ταύτην ἐκεῖσε
ἀποκομίσαι βούλομαι· ἐν δὲ τῷ ἐπανιέναι με, ὑποδείξω
ὑμῖν.“</p><p>Πρὸς τοὺς κατὰ ἀλαζονείαν ἑαυτοῖς κίνδυνον 
ἐπιφέροντας.</p></div><div type="textpart" subtype="fabula" n="31"><head>31. Ἀλώπηξ ἐξογκωθεῖσα τὴν γαστέρα. (S. 24. C. 158.)</head><p>Ἀλώπηξ λιμώττουσα ὡς ἐθεάσατο ἔν τινι δρυὸς
κοιλώματι ἄρτους καὶ κρέα ὑπό τινων ποιμένων 
καταλελειμμένα, ταῦτα εἰσελθοῦσα κατέφαγεν· ἐξογκωθεῖσα
δὲ τὴν γαστέρα, ἐπειδὴ οὐκ ἠδύνατο ἐξελθεῖν, ἐστέναζε
καὶ ὠδύρετο. Ἑτέρα δὲ ἀλώπηξ τῇδε παριοῦσα εἰσήκουσε 
αὐτῆς τῶν στεναγμῶν, καὶ προσελθοῦσα ἐπυνθάνετο 

<pb n="16"/>
τὴν αἰτίαν. Μαθοῦσα δὲ τὰ γεγενημένα, ἔφη
πρὸς αὐτήν· ,,ἀλλὰ μενετέον σοι ἐνταῦθα, ἕως ἄν 
τοιαύτη γένῃ, ὁποία οὖσα εἰσῆλθες, καὶ οὕτω ῥᾳδίως
ἐξελεύσῃ.“</p><p>Ὁ λόγος δηλοῖ, ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ
χρόνος διαλύει.</p></div><div type="textpart" subtype="fabula" n="31b"><head>31b. Ἄλλως. (F. 12. C. p. 350. B.86.)</head><p>Ἀλώπηξ λιμώττουσα ἐν πήρᾳ ἐθεάσατο ἐπί τινα
 καλύβην βοσκοῦ κρέα καὶ ἄρτον ὑπʼ αὐτοῦ καταλειφθέντα, 
 καὶ εἰσελθοῦσα ἔφαγεν αὐτὰ ἡδέως. Ἐξογκωθείσης 
 δὲ αὐτῆς τῆς γαστρὸς, καὶ διὰ τοῦτο μὴ δυναμένης 
ἐξελθεῖν τῆς καλύβης, ἔστενε καὶ ἐπωδύρετο.
Ἑτέρα δὲ ἀλώπηξ διερχομένη ἤκουσεν αὐτῆς τῶν στε-
ναγμῶν, καὶ προσελθοῦσα ἐπυνθάνετο, διʼ ἣν αἰτίαν
τοῦτο ποιεῖς; Μαθοῦσα δὲ τὸ γεγονὸς ἡ ἀλώπηξ ἔφη·
,,ἀλλὰ μένε τέως ἐνταῦθα σὺ, ἕως ἂν τοιαύτη γένῃ,
ὁποία οὖσα εἰσῆλθες.“</p><p>Ὁ μῦθος δηλοῖ, ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ
χρόνος διαλύει.</p></div><div type="textpart" subtype="fabula" n="32"><head>32. Ἀλώπηξ καὶ Βάτος. (S. 19. C. 8 e p.285. F. 8.)</head><p>Ἀλώπηξ φραγμὸν ἀναβαίνουσα, ἐπειδὴ ὀλισθαίνειν 
ἔμελλε, βάτου ἐπελάβετο. Ξυσθεῖσα δὲ τὸ πέλμα
καὶ δεινῶς διατεθεῖσα, ᾐτιᾶτο αὐτὴν, εἴ γε καταφυ-
γοῦσα ἐπʼ αὐτὴν ὡς ἐπὶ βοηθὸν χείρονι αὐτῇ ἐχρήσατο
καὶ τοῦ προκειμένου. Καὶ ἡ βάτος ὑποτυχοῦσα εἶπεν·
,,ἀλλʼ ἐσφάλης τῶν φρενῶν, ὦ αὕτη, ἐμοῦ ἐπιλαβέσθαι
βουληθεῖσα, ἥτις πάντων ἐπιλαμβάνεσθαι εἴωθα.“</p><p>Οὕτω καὶ τῶν ἀνθρώπων μάταιοί εἰσιν ὅσοι τούτοις 
ὡς βοηθοῖς προσφεύγουσιν, οἷς τὸ ἀδικεῖν μᾶλλόν
ἐστιν ἔμφυτον.</p></div><div type="textpart" subtype="fabula" n="33"><pb n="17"/><head>33. Ἀλώπηξ καὶ Βότρυς. (S. 15. C. 156. F. 5.170. B. 19.)</head><p>Ἀλώπηξ λιμώττουσα ὡς ἐθεάσατο ἐπί τινος 
ἀναδενδράδος βότρυας κρεμαμένους, ἠβουλήθη αὐτῶν 
περιγενέσθαι, καὶ οὐκ ἡδύνατο· ἀπαλλαττομένη δὲ πρὸς
ἑαυτὴν εἶπεν· ,,ὄμφακές εἰσιν.“</p><p>Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι, τῶν πραγμάτων
ἐφικέσθαι μὴ δυνάμενοι διʼ ἀσθένειαν, τοὺς καιροὺς
αἰτιῶνται.</p></div></div></body></text></TEI>