21c. Ἄλλως. Ἀλέκτορες καὶ Ἀετος. (F. 119. C. p. 343.) Μαχομένων δήποτε τῶν ἀλεκτόρων διὰ τὴν ὄρνιν, τὸ τίς αὐτὴν ἐγγήμῃ, ὁ εἷς ἡττηθεὶς ἐκρύπτετο ἔν τινι γωνίᾳ, ὡς δειλιάσας καὶ εἰς τροπὴν χωρήσας· ὁ δὲ ἕτερος σφοδρῶς μέγα κοκκύσας, ἀνεπέτασεν ἐπάνω τῶν δωμάτων, ὡς τροπαιοῦχος κατὰ τοῦ πολεμίου, φωνῶν· „ἥττησα τὸν ἴδιον ἐχθρόν μου, τροπωσάμενος ἀντίπαλον εἰς κράτος. Ὡς οὖν ἐβόα τοιαῦτα ὁ ἀλέκτωρ, ἧκεν ἀετὸς καταπτὰς ἐκ τῶν ἄνω, καὶ καταλαβὼν τὸν νικητὴν ἐκεῖνον, ἢγαγεν αὐτὸν τοῖς τέκνοις παραυτίκα, βρῶμα ποιήσας τοῖς νεοττοῖς καὶ πόμα. Ὁ δὲ ἕτερος ἐλευθερίως ζήσας, ἢγετο οὕτως ἐν ἀδείᾳ τυγχάνων, λαβὼν κλειαν κατὰ τοῦ πολεμίου τοῦ ἐκπορθοῦντος καὶ τρο- εὔπώσαντος τοῦτον καὶ καυχωμένου, ὡς ὄντος νικηφόρου. Ὁ λόγος πρὸς ἄνδρας θεομάχους. 22. Ἀλεκτρυόνες καὶ Πέρδιξ. (S. 23. (C. 10 et p. 286. P.16.) Ἀλεκτρυόνας τις ἐπὶ τῆς οἰκίας ἔχων, ὡς περιέτυχε πέρδικι τιθασσῷ πωλουμένῳ, τοῦτον ἀγοράσας ἐκόμι- σεν οἴκαδε ὡς συντραφησόμενον. Τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἐκδιωκόντων, ὁ πέρδιξ ἐβαρυθύμει, νομίζων διὰ τοῦτο αὐτὸν καταφρονεῖσθαι, ὅτι ἀλλόφυλός ἐστι· μικρὸν δὲ ὕστερον ὡς ἐθεάσατο τοὺς ἀλεκτρυόνας πρὸς ἑαυτοὺς μαχομένους, καὶ οὐ πρότερον ἀποστάντας, πρὶν ἢ ἀλλήλους πατάξαι, ἔφη πρὸς ἑαυτόν· ,,ἀλλʼ ἔγωγε οὐκ ἄχθομαι ὑπὸ τούτων τυπτόμενος· ὁρῶ γὰρ αὐτοὺς οὐδὲ αὐτῶν. ἀπεχομένους.“ Ὁ λόγος δηλοῖ, ὅτι ῥᾳδίως τὰς ἐκ τῶν πέλας ὕβρεις οἱ φρόνιμοι δέχονται, ὅταν ἴδωσιν αὐτοὺς μηδὲ τῶν οἰκείων ἀπεχομένους. 23. Ἀλιεῖς. (S. 13. C. 13 et p. 287. F. 28.) Ἁλιεῖς σαγήνην εἷλκον· βαρείας δʼ αὐτῆς οὔσης, ἔχαιρον καὶ ὠρχοῦντο, πολλὴν εἶναι νομίζοντες τὴν ἄγραν· ὡς δὲ ἑλκύσαντες ἐπὶ τὴν ᾐόνα τὸν μὲν ἰχθὺν ὀλίγον εὗρον, λίθων δὲ καὶ ἄμμων μεστὴν τὴν σαγήνην, οὐ μετρίως ἐβαρυθύμουν, οὐχ οὕτω μᾶλλον ἐπὶ τῷ συμβεβηκότι δυσφοροῦντες, ὅσον ὅτι καὶ τὰ ἐναντία προσειλήφασιν. Εἷς δέ τις ἐν αὐτοῖς γηραιὸς ὤν εἶπεν ,,ἀλλὰ παυσώμεθα, ὦ ἑταῖροι· χαρᾶς γὰρ ὡς ἔοικεν ἀδελφή ἐστιν ἡ λύπη· καὶ ἡμᾶς ἔδει τοσαῦτα προησθέντας πάντως τι καὶ λυπηθῆναι.“ Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τοῦ βίου τὸ εὐμετάβλητον ὁρῶντας μὴ τοῖς αὐτοῖς ἀεὶ πράγμασιν ἐπαγάλλεσθαι, λογιζομένους, ὅτι ἐκ πολλῆς εὐδίας ἀνάγκη καὶ χειμῶνα γενέσθαι. 24. Ἁλιεῖς. (C. 17 et p.289. F. 35. S. 21.) Ἁλιεῖς, ἐξελθόντες ἐπʼ ἄγραν, ἐπειδὴ πολὺν χρόνον ταλαιπωρήσαντες οὐδὲν εἷλον, σφόδρα τε ἠθύμουν καὶ ἀναχωρῆσαι παρεσκευάζοντο. Εὐθὺς δὲ θύννος, ὑπό του τῶν μεγίστων διωκόμενος ἰχθύων, εἰς τὸ πλοῖον αὐτῶν εἰσήλατο. Οἱ δὲ τοῦτον λαβόντες μεθʼ ἡδονῆς ἀνεχώρησαν. Ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις, ἃ μὴ τέχνη παρέσχε, ταῦτα τύχη ἐδωρήσατο. 25. Ἁλιεύς. (S. 26. C.87. F. 241.) Ἁλιεὺς ἔν τινι ποταμῷ ἡλίευε. Καὶ δὴ κατατείνας τὰ δίκτυα ὡς περιέλαβεν ἑκατέρωθεν τὸ ῥεῦμα, προσδήσας κάλῳ λίθον, ἔτυπτε τὸ ὕδωρ, ὅπως οἱ ἰχθύες φεύγοντες ἀπαραφυλάκτως τοῖς βρόχοις ἐμπέσωσι. Τῶν δὲ περὶ τὸν τόπον οἰκούντων τις θεασάμενος αὐτὸν τοῦτο ποιοῦντα, ἐμέμφετο, ὡς τὸν ποταμὸν θολοῦντα καὶ μὴ ἐῶντα αὐτοὺς διαυγὲς ὕδωρ πίνειν· ὁ δὲ ἀπεκρίνατο· ,,ἀλλʼ ἐὰν μὴ οὕτως ὁ ποταμὸς ταράσσηται, ἐμὲ δεήσει λιμώττοντα ἀποθανεῖν.“ Οὕτω καὶ τῶν πόλεων οἱ δημαγωγοὶ τότε μάλιστα ἐργάζονται, ὅταν τὰς πατρίδας εἰς στάσεις περιάγωσιν.