<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1"><div type="textpart" subtype="fabula" n="14"><head>14. Αἴλουρος καὶ Ἀλεκτρυών. (C.6. F. 15 S.16 B.17.)</head><p>Αἴλουρος συλλαβὼν ἀλεκτρυόνα, μετʼ εὐλόγου τοῦτον
αἰτίας ἠβουλήθη καταφαγεῖν. Καὶ δὴ κατηγόρει
αὐτοῦ, ὡς ὀχληρὸς εἴη τοῖς ἀνθρώποις, νύκτωρ κεκραγὼς 
καὶ μὴ συγχωρῶν ὕπνου τυγχάνειν. Τοῦ δʼ 
ἀπολογουμένου, ἐπὶ τῇ ἐκείνων ὠφελείᾳ τοῦτο ποιεῖν, ὡς
ἐπὶ τὰ συνήθη τῶν ἔργων ἐγείρεσθαι, πάλιν ὁ αἴλουρος
αἰτίαν ἐπέφερεν, ὡς ἀσεβὴς εἴη περὶ τὴν φύσιν, μητρὶ
καὶ ἀδελφαῖς συμμιγνύμενος. Τοῦ δὲ καὶ τοῦτο πρὸς
ὠφέλειαν τῶν δεσποτῶν πράττειν φήσαντος, πολλῶν
αὐτοῖς ἐντεῦθεν ὠῶν τικτομένων, ὁ αἴλουρος εἰπών·
„ἀλλ’ εἰ σύ γε πολλῶν εὐπορεῖς εὐπροσώπων ἀπολογιῶν,
ἔγωγε μέντοι ἄτροφος οὐ μενῶ, "τοῦτον κατεθοινήσατο.</p><p>Ὁ μῦθος δηλοῖ, ὅτι ἡ πονηρὰ φύσις πλημμελεῖν
αἱρουμένη, εἰ μὴ μετʼ εὐλόγου δυνηθείη προσχήματος,
ἀπαρακαλύπτως γε μὴν πονηρεύεται.</p></div><div type="textpart" subtype="fabula" n="15"><pb n="8"/><head>15. Αἴλουρος καὶ Μύες. (S.80. C.28 et p. 294. F. 67.)</head><p>Ἔν τινι οἰκίᾳ πολλοὶ μύες ἦσαν. Αἴλουρος δὲ τοῦτο
γνοὺς ἧκεν ἐνταῦθα, καὶ συλλαμβάνων ἕνα ἕκαστον
κατήσθιεν. Οἱ δὲ μύες συνεχῶς ἀναλισκόμενοι κατὰ
τῶν ὀπῶν ἔδυνον, καὶ ὁ αἴλουρος μηκέτι αὐτῶν ἐφικέσθαι 
δυνάμενος, δεῖν ἔγνω διʼ ἐπινοίας αὐτοὺς ἐκκαλεῖσθαι. 
Διόπερ ἀναβὰς ἐπί τινα πάσσαλον καὶ ἑαυτὸν
ἐνθένδε ἀποκρεμάσας προσεποιεῖτο νεκρόν. Τῶν δὲ
μυῶν τις παρακύψας ὡς ἐθεάσατο αὐτὸν, εἶπεν· „ἀλλʼ,
ὦ οὗτος, σοί γε, κἄν θύλαξ γένῃ, οὐ προσελευσόμεθα.“</p><p>Ὁ λόγος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων,
ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν
ταῖς ὑποκρίσεσιν ἐξαπατῶνται.</p></div><div type="textpart" subtype="fabula" n="16"><head>16. Αἴλουρος καὶ Ὄρνιθες. (S. 7. C. 150. F. 14.)</head><p>Αἴλουρος ἀκούσας ὅτι ἔν τινι ἐπαύλει ὄρνιθες 
νοσοῦσι, σχηματίσας ἑαυτὸν εἰς ἰατρὸν, καὶ τὰ τῆς 
ἐπιστήμης πρόσφορα ἀναλαβὼν ἐργαλεῖα, παρεγένετο, καὶ
στὰς πρὸ τῆς ἐπαύλεως, ἐπυνθάνετο αὐτῶν πῶς ἔχοιεν·
αἱ δὲ ὑποτυχοῦσαι ,,καλῶς,“ ἔφασαν, „ἐὰν σὺ ἐντεῦθεν 
ἀπαλλαγῇς.“</p><p>Οὕτω καὶ τῶν ἀνθρώπων οἱ πονηροὶ τοὺς φρονίμους 
οὐ λανθάνουσι, κἄν τὰ μάλιστα χρηστότητα 
ὑποκρίνωνται.</p></div><div type="textpart" subtype="fabula" n="16b"><head>16b. Ἄλλως. Ὄρνις καὶ Αἴλουρος. (F. 157. C. p. 347. B. 121.)</head><p>Ὄρνις δήποτε κατακλιθεὶς ἠῤῥώστει· εἰς ὃν αἴλουρος
προκύψας ἔφη ταῦτα· „πῶς ἔχεις, φίλε; τί δέ σοι;
ἐάν τι χρήζῃς, ἀνάγγειλόν μοι, καὶ πάντα σοι παρέξω·
ὅμως ἔγειρε, καὶ τεύξῃ τῆς ὑγιείας.“ δὲ ἀπεκρίθη
πρὸς τὸν αἴλουρον ταῦτα· „ἐὰν σὺ παρέλθῃς, ἐγὼ οὐκ
ἀποθνήσκω· ζωὴν γὰρ ζήσω δορκάδος ὑπερτέραν.“</p><pb n="9"/><p>Τοὺς δολίους ὑποκριτὰς, τοὺς λέγοντας φιλεῖν, ὁ
μῦθος ἐλέγχει.</p></div><div type="textpart" subtype="fabula" n="17"><head>17. Αἲξ καὶ Αἰπόλος. (F. 203. C. 151. B. 3.)</head><p>Αἶγα ἀποστᾶσαν ἀγέλης ἐπανάγειν αἰπόλος ἐπειρᾶτο 
πρὸς τὰς λοιπάς. Ὠς δὲ φωναῖς καὶ συριγμοῖς
χρώμενος οὐδὲν μᾶλλον ἤνυεν, λίθον ἀφεὶς καὶ τοῦ κέρως
τυχὼν, ἐδεῖτο τῷ δεσπότῃ μὴ κατειπεῖν. Ἡ δὲ
,,ἀνούστατε“ εἶπεν ,,αἰπόλων, τὸ κέρας κεκράξεται,
κἂν ἐγὼ σιωπήσω.</p><p>Οὕτως λίαν εὐήθεις οἱ τὰ πρόδηλα κρύπτειν 
ἐθέλοντες.</p></div></div></body></text></TEI>