10. Ἀηδὼν καὶ Χελιδών. (C. 149.F. 260. B. 12.) Ἀηδόνι συνεβούλευε χελιδὼν τοῖς ἀνθρώποις εἶναι ὁμόροφον καὶ σύνοικον, ὡς αὐτή. Ἡ δὲ εἶπεν· ,,οὐ θέλω τὴν λύπην τῶν παλαιῶν μου συμφορῶν μεμνῆσθαι, καὶ διὰ τοῦτο τὰς ἐρήμους οἰκῶ.“ Τὸν λυπηθέντα ἔκ τινος τύχης καὶ τὸν τόπον φεύγειν θέλειν, ἔνθα ἡ λύπη συνέβη. 11. Ἀθηναῖος χρεωφειλέτης. (S. 5. C. 289. F. 328.) Ἀθήνῃσιν ἀνὴρ χρεωφειλέτης ἀπαιτούμενος ὑπὸ τοῦ δανειστοῦ τὸ χρέος, τὸ μὲν πρῶτον παρεκάλει ἀναβολὴν αὐτῷ παρασχέσθαι, ἀπορεῖν φάσκων· ὡς δʼ οὐκ ἔπειθε, προσαγαγὼν ὗν, ἣν μόνην εἶχε, παρόντος αὐτοῦ ἐπώλει. Ὠνητοῦ δὲ προσελθόντος καὶ διερωτῶντος, εἰ τοκὰς ἡ ὗς εἴη, ἐκεῖνος ἔφη, μὴ μόνον αὐτὴν τίκτειν, ἀλλὰ καὶ παραδόξως· τοῖς μὲν γὰρ μυστηρίοις θήλεα ἀποκύειν, τοῖς δὲ Παναθηναίοις ἄρσενα. Τοῦ δὲ ἐκπλαγέντος πρὸς τὸν λόγον, ὁ δανειστὴς εἶπεν· ,,ἀλλὰ μὴ θαύμαζε· αὕτη γάρ σοι καὶ Διονυσίοις ἐρίφους τέξεται. Ὁ λόγος δηλοῖ, ὅτι πολλοὶ διὰ τὸ ἱδιον κέρδος οὐκ ὀκνοῦσιν οὐδὲ τοῖς ἀδυνάτοις ψευδομαρτυρεῖν. 12. Αἰγοβοσκὸς καὶ Αἶγες. (S. 6. B. 45.) Αἰπόλος τὰς αἶγας αὑτοῦ ἐπὶ νομὴν ἀπελάσας ὡς ἐθεᾶτο ἀγρίαις αὐτὰς ἀναμιγείσας, ἑσπέρας ἐπιλαβούσης πάσας εἰς τὸ ἑαυτοῦ σπήλαιον εἰσήλασε. Τῇ δʼ ὑστεραίᾳ χειμῶνος πολλοῦ γενομένου, μὴ δυνάμενος ἐπὶ τὴν συνήθη νομὴν αὐτὰς παραγαγεῖν, ἔνδον ἔστησε μένειν, ταῖς μὲν ἰδίαις μετρίαν τροφὴν παραβάλλων πρὸς μόνον τὸ μὴ λιμώττειν, ταῖς δὲ ὀθνείαις πλείονα περισωρεύων πρὸς τὸ καὶ αὐτὰς ἐξιδιοποιήσασθαι. Παυσαμένου δὲ τοῦ χειμῶνος ἐπειδὴ πάσας ἐπὶ νομὴν ἐξήγαγεν, αἱ ἄγριαι ἐπιλαβόμεναι τῶν ὀρῶν ἔφευγον. Τοῦ δὲ ποιμένος ἀχαριστίαν αὐτῶν κατηγοροῦντος, εἰ περιττοτέρας αὐταὶ ἐπιμελείας ἐπιτυχοῦσαι καταλείπουσιν αὐτὸν, ἔφασαν ἐπιστραφεῖσαι· ,,ἀλλὰ καὶ διʼ αὐτὸ τοῦτο μᾶλλον φυλαττόμεθα· εἰ γὰρ ἡμᾶς τὰς χθές σοι προσεληλυθυίας μειζόνως τῶν πάλαι σὺ προετίμησας, δῆλον ὅτι, εἰ καὶ ἕτεραί σοι μετὰ ταῦτα προσπελάσουσιν, ἐκείνας ἡμῶν προκρινεῖς.“ Ὁ λόγος δηλοῖ μὴ δεῖν τούτων προσεταιρίζεσθαι τὰς φιλίας, οἳ τῶν παλαιῶν φίλων ἡμᾶς τοὺς προσφάτους προτιμῶσι, λογιζομένους, ὅτι καὶ, κἂν ἡμῶν ἐγχρονιζόντων ἑτέροις φιλιάσωσιν, ἐκείνους προκρινοῦσιν. 12b. Ἄλλως. (F. 261. C. 150.) Ἐν σπηλαίῳ ἀοικήτῳ αἰγοβοσκὸς ἐν χειμῶνι αἶγα, ἤγαγεν. Εὗρεν δὲ ἐλεῖ ἀγρίας αἶγας καὶ τράγους, πλείονας ὧν εἶχεν αὐτὸς καὶ μείζους. Τὰς ἰδίας δὲ ἀφεὶς ἐπὶ ταῖς ἀγρίαις, ταύτας ἔτρεφε τοῖς φύλλοις. Ὅτε δὲ εὐδία γέγονε, τὰς μὲν ἰδίας εὗρε τεθνεώσας ἐκ τοῦ λιμοῦ, αἱ δὲ ἄγριαι πρὸς τὸ ὄρος ἔφυγον. Ὁ δὲ αἰπόλος γελαστὸς εἰς τὸν οἶκον ἦλθε κενός. Ὅτι οὐδαμῶς ἡμᾶς πρέπει ἀμελεῖν τῶν οἰκείων, ἐπʼ ἐλπίδι κέρδους ἐξ ἀλλοτρίων γενησομένου. 13. Αἰθίοψ (F.204. C.75.) Αἰθίοπά τις ὠνήσατο, τοιοῦτον εἶναι τὸ χρῶμα δοκῶν ἀμελείᾳ τοῦ πρότερον ἔχοντος. Καὶ παραλαβὼν οἴκαδε, πάντα μὲν αὐτῷ προσῆγε τὰ ῥύμματα, πᾶσι δὲ λουτροῖς ἐπειρᾶτο φαιδρύνειν· καὶ τὸ μὲν χρῶμα μεταβαλεῖν οὐκ ἔσχε, νοσεῖν δὲ τῷ πονεῖν παρεσκεύασεν. Μένουσιν αἱ φύσεις, ὡς προῆλθον τὸ πρότερον.