Τί ἐστι φύσις. ἐπειδὴ πρόκειται ἡμῖν τὰ φυσικὰ θεωρῆσαι, ἀναγκαῖον ἡγοῦμαι δηλῶσαι, τί ποτʼ ἐστὶν ἡ φύσις ἄτοπον γὰρ πειρᾶσθαι μὲν φυσιολογεῖν, ἀγνοεῖν δʼ αὐτὸ τοῦτο, τὴν τῆς φύσεως δύναμιν. ἔστιν οὖν, κατὰ τὸν Ἀριστοτέλην, φύσις ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ἐν ᾧ πρώτως ἐστὶ καὶ οὐ κατὰ συμβεβηκός· πάντα γὰρ τὰ ὁρώμενα, ὅσα μήτε ὑπὸ τύχης μήτε ὑπʼ ἀνάγκης μήτʼ ἐστὶ θεῖα μήτε· τοιαύτην αἰτίαν ἔχει, φυσικὰ λέγεται καὶ φύσιν ἰδίαν ἔχει οἷον γῆ πῦρ ὕδωρ ἀὴρ φυτὰ ζῷα· ἔτι δὲ ταῦτα τὰ γινόμενα, ὄμβροι χάλαζαι κεραυνοὶ πρηστῆρες ἄνεμοι ταῦτα γὰρ ἀρχὴν ἔχει τινα· οὐ γὰρ ἐξ αἰῶνος ἕκαστον τούτων ἐστὶν ἀλλʼ ἀπό τινος ἀρχῆς γίνεται· καὶ ταῦτα μέντοι, οἷον ζῷα φυτά, ἀρχὴν γενέσεως ἔχει· ἐν δὴ τούτοις ἡ φύσις ἀρχὴ τὸ πρῶτόν ἐστι καὶ οὐ μόνον κινήσεως ἀλλὰ καὶ ἠρεμίας ὅσα γὰρ ἀρχὴν κινήσεως ἔλαβε, ταῦτα δύναται λαβεῖν καὶ τελευτήν. διὰ τοῦτο οὖν ἡ φύσις ἀρχὴ κινήσεώς ἐστι καὶ ἠρεμίας