<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" n="26"><p rend="align(indent)"><q rend="single">φανερὸν οὖν ἐκ τούτων, ὅτι τοῖς παλαιοῖς <milestone unit="tlnum" n="15"/> τῶν Ἑλλήνων εἰκότως μάλιστα πάντων ἐμέλησε πεπαιδεῦσθαι μουσικήν. τῶν γὰρ νέων τὰς ψυχὰς ᾤοντο δεῖν διὰ μουσικῆς πλάττειν τε καὶ ῥυθμίζειν ἐπὶ τὸ εὔσχημον, χρησίμης δηλονότι τῆς μουσικῆς <milestone unit="stephpage" n="1140c"/> ὑπαρχούσης πρὸς πάντα καιρὸν καὶ πᾶσαν ἐσπουδασμένην <milestone unit="tlnum" n="20"/> πρᾶξιν, προηγουμένως δὲ πρὸς τοὺς πολεμικοὺς κινδύνους· πρὸς οὓς οἱ μὲν αὐλοῖς ἐχρῶντο, καθάπερ Λακεδαιμόνιοι, παρʼ οἷς τὸ καλούμενον Καστόρειον ηὐλεῖτο μέλος, ὁπότε τοῖς πολεμίοις ἐν κόσμῳ προσῄεσαν μαχεσόμενοι· οἱ δὲ καὶ πρὸς λύραν <milestone unit="tlnum" n="25"/> ἐποίουν τὴν πρόσοδον τὴν πρὸς τοὺς ἐναντίους, καθάπερ ἱστοροῦνται μέχρι πολλοῦ χρήσασθαι τῷ τρόπῳ τούτῳ τῆς ἐπὶ τοὺς πολεμικοὺς κινδύνους ἐξόδου Κρῆτες. οἱ δʼ ἔτι καὶ καθʼ ἡμᾶς σάλπιγξι διατελοῦσι χρώμενοι. Ἀργεῖοι δὲ πρὸς τὴν τῶν <pb xml:id="v.6.p.512"/> Σθενείων τῶν καλουμένων παρʼ αὐτοῖς πάλην ἐχρῶντο τῷ αὐλῷ τὸν δʼ ἀγῶνα τοῦτον ἐπὶ Δαναῷ μὲν τὴν ἀρχὴν τεθῆναί φασιν, ὕστερον δʼ ἀνατεθῆναι <milestone unit="stephpage" n="1140d"/>Διὶ Σθενίῳ· οὐ μὴν ἀλλʼ ἔτι καὶ νῦν τοῖς <milestone unit="tlnum" n="5"/> πεντάθλοις νενόμισται προσαυλεῖσθαι οὐδὲν μὲν κεκριμένον οὐδʼ ἀρχαῖον, οὐδʼ οἷον ἐνομίζετο παρὰ τοῖς ἀνδράσιν ἐκείνοις, ὥσπερ τὸ ὑπὸ Ἱέρακος πεποιημένον πρὸς τὴν ἀγωνίαν ταύτην, ὃ ἐκαλεῖτο Ἐνδρομή· ὅμως δὲ καὶ εἰ ἀσθενές τι καὶ οὐ κεκριμένον, <milestone unit="tlnum" n="10"/> ἀλλʼ οὖν προσαυλεῖται.</q></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" n="27"><p rend="align(indent)"><q rend="single">ἐπὶ μέντοι τῶν ἔτι ἀρχαιοτέρων οὐδʼ εἰδέναι φασὶ τοὺς Ἕλληνας τὴν θεατρικὴν μοῦσαν· ὅλην δʼ αὐτῆς τὴν ἐπιστήμην πρός τε θεῶν τιμὴν καὶ τὴν τῶν νέων παίδευσιν παραλαμβάνεσθαι, μηδὲ τὸ <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" n="1140e"/> παράπαν ἤδη θεάτρου παρὰ τοῖς ἀνδράσιν ἐκείνοις κατεσκευασμένου, ἀλλʼ ἔτι τῆς μουσικῆς ἐν τοῖς ἱεροῖς ἀναστρεφομένης, ἐν οἷς τιμήν τε τοῦ θείου διὰ ταύτης ἐποιοῦντο καὶ τῶν ἀγαθῶν ἀνδρῶν ἐπαίνους εἰκὸς δʼ εἶναι ὅτι τὸ θέατρον ὕστερον καὶ τὸ <milestone unit="tlnum" n="20"/> θεωρεῖν πολὺ πρότερον ἀπὸ τοῦ θεοῦ τὴν προσηγορίαν ἔλαβεν. ἐπὶ μέντοι τῶν καθʼ ἡμᾶς χρόνων τοσοῦτον ἐπιδέδωκε τὸ τῆς διαφθορᾶς εἶδος, ὥστε τοῦ μὲν παιδευτικοῦ τρόπου μηδεμίαν μνείαν μηδʼ <milestone unit="stephpage" n="1140f"/> ἀντίληψιν εἶναι, πάντας δὲ τοὺς μουσικῆς ἁπτομένους <milestone unit="tlnum" n="25"/> πρὸς τὴν θεατρικὴν προσκεχωρηκέναι μοῦσαν.</q></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" n="28"><p rend="align(indent)"><q rend="single">εἴποι τις <q rend="single">ὦ τᾶν, οὐδὲν οὖν ὑπὸ τῶν ἀρχαίων προσεξεύρηται καὶ κεκαινοτόμηται;</q> φημὶ καὶ <pb xml:id="v.6.p.513"/> αὐτός, ὅτι προσεξεύρηται, ἀλλὰ μετὰ τοῦ σεμνοῦ καὶ πρέποντος. οἱ γὰρ ἱστορήσαντες τὰ τοιαῦτα Τερπάνδρῳ μὲν τήν τε Δώριον νήτην προσετίθεσαν, οὐ χρησαμένων αὐτῇ τῶν ἔμπροσθεν κατὰ τὸ μέλος· <milestone unit="tlnum" n="5"/> καὶ τὸν Μιξολύδιον δὲ τόνον ὅλον προσεξευρῆσθαι λέγεται, καὶ τὸν τῆς ὀρθίου μελῳδίας τρόπον τὸν κατὰ τοὺς ὀρθίους πρός τε τῷ ὀρθίῳ καὶ τὸν σημαντὸν τροχαῖον. ἔτι δέ, καθάπερ Πίνδαρός φησι, καὶ τῶν σκολιῶν μελῶν Τέρπανδρος εὑρετὴς ἦν· <milestone unit="tlnum" n="10"/> ἀλλὰ μὴν καὶ Ἀρχίλοχος τὴν τῶν τριμέτρων ῥυθμοποιίαν προσεξεῦρε καὶ τὴν εἰς τοὺς οὐχ ὁμογενεῖς <milestone unit="stephpage" n="1141a"/> ῥυθμοὺς ἔντασιν καὶ τὴν παρακαταλογὴν καὶ τὴν περὶ ταῦτα κροῦσιν· πρώτῳ δʼ αὐτῷ τὰ τʼ ἐπῳδὰ καὶ τὰ τετράμετρα καὶ τὸ κρητικὸν καὶ τὸ προσοδιακὸν <milestone unit="tlnum" n="15"/> ἀποδέδοται καὶ ἡ τοῦ ἡρῴου αὔξησις, ὑπʼ ἐνίων δὲ καὶ τὸ ἐλεγεῖον, πρὸς δὲ τούτοις ἥ τε τοῦ ἰαμβείου πρὸς τὸν ἐπιβατὸν παίωνα ἔντασις καὶ ἡ τοῦ ηὐξημένου ἡρῴου εἴς τε τὸ προσοδιακὸν καὶ τὸ κρητικόν· ἔτι δὲ τῶν ἰαμβείων τὸ τὰ μὲν λέγεσθαι <milestone unit="tlnum" n="20"/> παρὰ τὴν κροῦσιν τὰ δʼ ᾄδεσθαι, Ἀρχίλοχόν φασι καταδεῖξαι, εἶθʼ οὕτω χρήσασθαι τοὺς τραγικοὺς ποιητάς, Κρέξον δὲ λαβόντα εἰς διθυράμβων <milestone unit="stephpage" n="1141b"/> χρῆσιν ἀγαγεῖν. οἴονται δὲ καὶ τὴν κροῦσιν τὴν ὑπὸ τὴν ᾠδὴν τοῦτον πρῶτον εὑρεῖν, τοὺς δʼ ἀρχαίους <milestone unit="tlnum" n="25"/> πάντας πρόσχορδα κρούειν.</q><pb xml:id="v.6.p.514"/></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" n="29"><p rend="align(indent)"><q rend="single">Πολυμνάστῳ δὲ τὸν θʼ ὑπολύδιον νῦν ὀνομαζόμενον τόνον ἀνατιθέασι, καὶ τὴν ἔκλυσιν καὶ τὴν ἐκβολὴν πολὺ μείζω πεποιηκέναι φασὶν αὐτόν. καὶ αὐτὸν δὲ τὸν Ὄλυμπον ἐκεῖνον, ᾧ δὴ τὴν <milestone unit="tlnum" n="5"/> ἀρχὴν τῆς Ἑλληνικῆς τε καὶ νομικῆς μούσης ἀποδιδόασι, τό τε τῆς ἁρμονίας γένος ἐξευρεῖν φασι, καὶ τῶν ῥυθμῶν τόν τε προσοδιακὸν ἐν ᾧ ὁ τοῦ Ἄρεως νόμος, καὶ τὸν χορεῖον ᾧ πολλῷ κέχρηται ἐν τοῖς Μητρῴοις· ἔνιοι δὲ καὶ τὸν βακχεῖον Ὄλυμπον <milestone unit="tlnum" n="10"/> οἴονται εὑρηκέναι. δηλοῖ δʼ ἕκαστον τῶν ἀρχαίων μελῶν, ὅτι ταῦθʼ οὕτως ἔχει. Λᾶσος δʼ ὁ <milestone unit="stephpage" n="1141c"/>Ἑρμιονεὺς εἰς τὴν διθυραμβικὴν ἀγωγὴν μεταστήσας τοὺς ῥυθμοὺς· καὶ τῇ τῶν αὐλῶν πολυφωνίᾳ κατακολουθήσας πλείοσί τε φθόγγοις καὶ διερριμμένοις <milestone unit="tlnum" n="15"/> χρησάμενος εἰς μετάθεσιν τὴν προϋπάρχουσαν ἤγαγε μουσικήν.</q></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" n="30"><p rend="align(indent)"><q rend="single">ὁμοίως δὲ καὶ Μελανιππίδης ὁ μελοποιὸς ἐπιγενόμενος οὐκ ἐνέμεινε τῇ προϋπαρχούσῃ μουσικῇ, ἀλλʼ οὐδὲ Φιλόξενος; οὐδὲ Τιμόθεος· οὗτος <milestone unit="tlnum" n="20"/> γάρ, ἑπταφθόγγου τῆς λύρας ὑπαρχούσης ἕως εἰς Τέρπανδρον τὸν Ἀντισσαῖον, διέρριψεν εἰς πλείονας φθόγγους. ἀλλὰ γὰρ καὶ αὐλητικὴ ἀφʼ ἁπλουστέρας εἰς ποικιλωτέραν μεταβέβηκε μουσικήν· τὸ γὰρ <pb xml:id="v.6.p.515"/> παλαιόν, ἕως εἰς· Μελανιππίδην τὸν τῶν διθυράμβων <milestone unit="stephpage" n="1141d"/> ποιητήν, συμβεβήκει τοὺς αὐλητὰς; παρὰ τῶν ποιητῶν λαμβάνειν τοὺς μισθούς, πρωταγωνιστούσης δηλονότι τῆς ποιήσεως, τῶν δʼ αὐλητῶν ὑπηρετούντων <milestone unit="tlnum" n="5"/> τοῖς διδασκάλοις·; ὕστερον δὲ καὶ τοῦτο διεφθάρη, ὡς καὶ Φερεκράτη τὸν κωμικὸν εἰσαγαγεῖν τὴν Μουσικὴν ἐν γυναικείῳ σχήματι, ὅλην κατῃκισμένην τὸ σῶμα· ποιεῖ δὲ τὴν Δικαιοσύνην διαπυνθανομένην τὴν αἰτίαν τῆς λώβης καὶ τὴν Ποίησιν <milestone unit="tlnum" n="10"/> λέγουσαν· 
    <quote rend="blockquote"><l><label>ΜΟΥΣ.</label><q rend="single">λέξω μὲν οὐκ ἄκουσα· σοί τε γὰρ κλύειν</q></l><l><q rend="merge; single">ἐμοί τε λέξαι θυμὸς ἡδονὴν ἔχει.</q></l><milestone unit="stephpage" n="1141e"/><l><q rend="merge; single">ἐμοὶ γὰρ ἦρξε τῶν κακῶν Μελανιππίδης,</q></l><l><q rend="merge; single">ἐν τοῖσι πρῶτος ὃς λαβὼν ἀνῆκέ με</q></l><milestone unit="tlnum" n="15"/><l><q rend="merge; single">χαλαρωτέραν τʼ ἐποίησε χορδαῖς δώδεκα. </q></l><l><q rend="merge; single">ἀλλʼ οὖν ὅμως οὗτος μὲν ἦν ἀποχρῶν ἀνὴρ</q></l><l><q rend="merge; single">ἔμοιγε <gap reason="lost" rend="**"/> πρὸς τὰ νῦν κακά. </q></l><l><q rend="merge; single">Κινησίας δὲ μʼ ὁ κατάρατος Ἀττικός,</q></l><l><q rend="merge; single">ἐξαρμονίους καμπὰς ποιῶν ἐν ταῖς στροφαῖς</q></l><milestone unit="tlnum" n="20"/><l><q rend="merge; single">ἀπολώλεχʼ οὕτως, ὥστε τῆς ποιήσεως</q></l><milestone unit="stephpage" n="1141f"/><l><q rend="merge; single">τῶν διθυράμβων, καθάπερ ἐν ταῖς ἀσπίσιν,</q></l><l><q rend="merge; single">ἀριστέρʼ αὐτοῦ φαίνεται τὰ δεξιά. </q></l><l><q rend="merge; single">ἀλλʼ οὖν ἀνεκτὸς οὗτος ἦν ὅμως ἐμοί.</q></l><pb xml:id="v.6.p.516"/><l><q rend="merge; single">Φρῦνις δʼ ἴδιον στρόβιλον ἐμβαλών τινα</q></l><l><q rend="merge; single">κάμπτων με καὶ στρέφων ὅλην διέφθορεν,</q></l><l><q rend="merge; single">ἐν πέντε χορδαῖς δώδεχʼ ἁρμονίας ἔχων. </q></l><l><q rend="merge; single">ἀλλʼ οὖν ἔμοιγε χοὖτος ἦν ἀποχρῶν ἀνήρ· </q></l><milestone unit="tlnum" n="5"/><l><q rend="merge; single">εἰ γάρ τι κἀξήμαρτεν, αὖθις ἀνέλαβεν. </q></l><l><q rend="merge; single">ὁ δὲ Τιμόθεὸς μʼ, ὦ φιλτάτη, κατορώρυχε</q></l><l><q rend="merge; single">καὶ διακέκναικʼ αἴσχιστα. <label>ΔΙΚ.</label> ποῖος οὑτοσὶ</q></l><l><q rend="merge; single">ὁ Τιμόθεος; <label>ΜΟΥΣ.</label> Μιλήσιός τις πυρρίας</q></l><milestone unit="stephpage" n="1142a"/><l><q rend="merge; single">κακά μοι παρέσχεν οὗτος, ἅπαντας οὓς λέγω</q></l><milestone unit="tlnum" n="10"/><l><q rend="merge; single">παρελήλυθʼ ᾅδων ἐκτραπέλους μυρμηκιάς.</q></l><l><q rend="merge; single">κἂν ἐντύχῃ πού μοι βαδιζούσῃ μόνῃ, </q></l><l><q rend="merge; single">ἀπέδυσε κἀνέδυσε χορδαῖς δώδεκα.</q></l></quote> 
    καὶ Ἀριστοφάνης ὁ κωμικὸς μνημονεύει Φιλοξένου καί φησιν, ὅτι εἰς τοὺς κυκλίους χοροὺς μέλη εἰσηνέγκατο. <milestone unit="tlnum" n="15"/> ἡ δὲ Μουσικὴ λέγει ταῦτα· 
    <quote rend="blockquote; single"><l>ἐξαρμονίους ὑπερβολαίους, τʼ ἀνοσίους </l><l> καὶ νιγλάρους, ὥσπερ τε τὰς ῥαφάνους ὅλην </l><l> καμπῶν με κατεμέστωσε.</l></quote> 
    καὶ ἄλλοι δὲ κωμῳδοποιοὶ ἔδειξαν τὴν ἀτοπίαν τῶν <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" n="1142b"/> μετὰ ταῦτα τὴν μουσικὴν κατακεκερματικότων.</q></p></div></div></body></text></TEI>