<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" n="11"><p rend="align(indent)"><q rend="single">Ὄλυμπος δὲ, ὡς Ἀριστόξενός φησιν, ὑπολαμβάνεται ὑπὸ τῶν μουσικῶν τοῦ ἐναρμονίου γένους <milestone unit="tlnum" n="5"/> εὑρετὴς γεγενῆσθαι· τὰ γὰρ πρὸ ἐκείνου πάντα διάτονα καὶ χρωματικὰ ἦν. ὑπονοοῦσι δὲ τὴν εὕρεσιν τοιαύτην τινὰ γενέσθαι· ἀναστρεφόμενον τὸν Ὄλυμπον ἐν τῷ διατόνῳ καὶ διαβιβάζοντα τὸ μέλος πολλάκις ἐπὶ τὴν διάτονον παρυπάτην, τοτὲ μὲν ἀπὸ <milestone unit="tlnum" n="10"/> τῆς παραμέσης τοτὲ δʼ ἀπὸ τῆς μέσης, καὶ παραβαίνοντα τὴν διάτονον λιχανὸν καταμαθεῖν τὸ κάλλος τοῦ ἤθους, καὶ οὕτω τὸ ἐκ τῆς ἀναλογίας συνεστηκὸς <milestone unit="stephpage" n="1135a"/> σύστημα θαυμάσαντα καὶ ἀποδεξάμενον ἐν τούτῳ ποιεῖν ἐπὶ τοῦ Δωρίου τόνου· οὔτε γὰρ τῶν τοῦ <milestone unit="tlnum" n="15"/> διατόνου ἰδίων οὔτε τῶν τοῦ χρώματος ἅπτεσθαι ἀλλʼ ἤδη τῶν τῆς ἁρμονίας. εἶναι δʼ αὐτῷ τὰ πρῶτα τῶν ἐναρμονίων τοιαῦτα. τιθέασι γὰρ τούτων πρῶτον τὸν Σπονδεῖον, ἐν ᾧ οὐδεμία τῶν διαιρέσεων τὸ ἴδιον ἐμφαίνει, εἰ μή τις εἰς τὸν συντονώτερον <milestone unit="tlnum" n="20"/> σπονδειασμὸν βλέπων αὐτὸ τοῦτο διάτονον εἶναι ἀπεικάσει. δῆλον δʼ ὅτι καὶ ψεῦδος καὶ θήσει ὁ τοιοῦτο τιθείς ψεῦδος μέν, ὅτι διέσει ἔλαττόν ἐστι τόνου τοῦ περὶ τὸν ἡγεμόνα κειμένου· <milestone unit="stephpage" n="1135b"/> ἐκμελὲς δέ, ὅτι, καὶ εἴ τις ἐν τῇ τοῦ τονιαίου <pb xml:id="v.6.p.498"/> δυνάμει τιθείη τὸ τοῦ συντονωτέρου σπονδειασμοῦ ἴδιον, συμβαίνοι ἂν δύο ἑξῆς τίθεσθαι δίτονα, τὸ μὲν ἀσύνθετον τὸ δὲ σύνθετον· τὸ γὰρ ἐν ταῖς μέσαις ἐναρμόνιον πυκνὸν, ᾧ νῦν χρῶνται, οὐ δοκεῖ <milestone unit="tlnum" n="5"/> τοῦ ποιητοῦ εἶναι. ῥᾴδιον δʼ ἐστὶ συνιδεῖν, ἐάν τις ἀρχαϊκῶς τινος αὐλοῦντος ἀκούσῃ ἀσύνθετον γὰρ βούλεται εἶναι καὶ τὸ ἐν ταῖς μέσαις ἡμιτόνιον. τὰ μὲν οὖν πρῶτα τῶν ἐναρμονίων τοιαῦτα· ὕστερον δὲ τὸ ἡμιτόνιον διῃρέθη ἔν τε τοῖς Λυδίοις καὶ ἐν <milestone unit="tlnum" n="10"/> τοῖς Φρυγίοις. φαίνεται δʼ Ὄλυμπος αὐξήσας μουσικὴν τῷ ἀγένητόν τι καὶ ἀγνοούμενον ὑπὸ τῶν ἔμπροσθεν εἰσαγαγεῖν, καὶ ἀρχηγὸς γενέσθαι τῆς Ἑλληνικῆς καὶ καλῆς μουσικῆς.</q></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" n="12"><p rend="align(indent)"><q rend="single">ἔστι δέ τις καὶ περὶ τῶν ῥυθμῶν λόγος· <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" n="1135c"/> γένη γάρ τινα καὶ εἴδη ῥυθμῶν προσεξευρέθη, ἀλλὰ μὴν καὶ μελοποιιῶν τε καὶ ῥυθμοποιιῶν. προτέρα μὲν γὰρ ἡ Τερπάνδρου καινοτομία καλόν τινα τρόπον εἰς τὴν μουσικὴν εἰσήγαγε· πολύμνηστος δὲ μετὰ τὸν Τερπάνδρειον τρόπον, ᾧ καὶ ἐχρήσατο, <milestone unit="tlnum" n="20"/> καὶ αὐτὸς, μέντοι ἐχόμενος τοῦ καλοῦ τύπου, ὡσαύτως δὲ καὶ Θαλήτας καὶ Σακάδας· καὶ γὰρ οὗτοι κατά γε τὰς ῥυθμοποιίας ἱκανοί, οὐκ ἐκβαίνοντες; μέντοι τοῦ καλοῦ τύπου. ἔστι δέ τις Ἀλκμανικὴ <pb xml:id="v.6.p.499"/> καινοτομία καὶ Στησιχόρειος, καὶ αὐταὶ οὐκ ἀφεστῶσαι τοῦ καλοῦ. Κρέξος δὲ καὶ Τιμόθεος καὶ Φιλόξενος καὶ οἱ κατʼ αὐτοὺς τὴν ἡλικίαν γεγονότες ποιηταὶ φορτικώτεροι καὶ φιλόκαινοι γεγόνασι, τὸν <milestone unit="tlnum" n="5"/> φιλάνθρωπον καὶ θεματικὸν νῦν ὀνομαζόμενον τρόπον <milestone unit="stephpage" n="1135d"/> διώξαντες· τὴν γὰρ ὀλιγοχορδίαν καὶ τὴν ἁπλότητα καὶ σεμνότητα τῆς μουσικῆς παντελῶς ἀρχαϊκὴν εἶναι συμβέβηκεν.</q></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" n="13"><p rend="align(indent)"><q rend="single">εἰρηκὼς κατὰ δύναμιν περί τε τῆς πρώτης <milestone unit="tlnum" n="10"/> μουσικῆς καὶ τῶν πρῶτον εὑρόντων αὐτήν καὶ ὑπὸ τίνων κατὰ χρόνους; ταῖς προσεξευρέσεσιν ηὔξηται καταπαύσω τὸν λόγον καὶ παραδώσω τῷ ἑταίρῳ Σωτηρίχῳ, ἐσπουδακότι οὐ μόνον περὶ μουσικὴν ἀλλὰ καὶ περὶ τὴν ἄλλην ἐγκύκλιον παιδείαν ἡμεῖς; <milestone unit="tlnum" n="15"/> γὰρ μᾶλλον χειρουργικῷ μέρει τῆς μουσικῆς ἐγγεγυμνάσμεθα.</q> ὁ μὲν Λυσίας ταῦτʼ εἰπὼν κατέπαυσε τὸν λόγον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" n="14"><p rend="align(indent)">Σωτήριχος δὲ μετὰ τοῦτον ὧδέ πως ἔφη· <milestone unit="stephpage" n="1135e"/> <q rend="single">ὑπὲρ σεμνοῦ ἐπιτηδεύματος καὶ θεοῖς μάλιστα ἀρέσκοντος, <milestone unit="tlnum" n="20"/> ὠγαθὲ Ὀνησίκρατες, τοὺς λόγους ἡμᾶς προετρέψω ποιήσασθαι. ἀποδέχομαι μὲν οὖν τῆς συνέσεως τὸν διδάσκαλον Λυσίαν ἀλλὰ μὴν καὶ τῆς μνήμης ἣν ἐπεδείξατο περί τε τοὺς εὑρετὰς τῆς πρώτης μουσικῆς καὶ περὶ τοὺς τὰ τοιαῦτα <milestone unit="tlnum" n="25"/> <milestone unit="stephpage" n="1135f"/> συγγεγραφότας· ὑπομνήσω δὲ τοῦθʼ, ὅτι τοῖς ἀναγεγραμμένοις μόνοις κατακολουθήσας πεποίηται τὴν <pb xml:id="v.6.p.500"/> δεῖξιν. ἡμεῖς δʼ οὐκ ἄνθρωπόν τινα παρελάβομεν εὑρετὴν τῶν τῆς μουσικῆς ἀγαθῶν, ἀλλὰ τὸν πάσαις ταῖς ἀρεταῖς κεκοσμημένον θεὸν Ἀπόλλωνα. οὐτε γὰρ Μαρσύου ἢ Ὀλύμπου ἢ Ὑάγνιδος, ὥς τινες <milestone unit="tlnum" n="5"/> οἴονται, εὕρημα ὁ αὐλός· οὐ μόνη δὲ κιθάρα Ἀπόλλωνος, ἀλλὰ καὶ αὐλητικῆς καὶ κιθαριστικῆς εὑρετὴς ὁ θεός. δῆλον δʼ ἐκ τῶν χορῶν καὶ τῶν θυσιῶν, ἃς προσῆγον μετʼ αὐλῶν τῷ θεῷ· καθάπερ ἄλλοι <milestone unit="stephpage" n="1136a"/> τε καὶ Ἀλκαῖος ἔν τινι τῶν ὕμνων ἱστορεῖ. καὶ ἡ <milestone unit="tlnum" n="10"/> ἐν Δήλῳ δὲ τοῦ ἀγάλματος αὐτοῦ ἀφίδρυσις ἔχει ἐν μὲν τῇ δεξιᾷ τόξον, ἐν δὲ τῇ ἀριστερᾷ Χάριτας, τῶν τῆς μουσικῆς ὀργάνων ἑκάστην τι ἔχουσαν· ἡ μὲν γὰρ λύραν κρατεῖ ἡ δʼ αὐλοὺς ἡ δʼ ἐν μέσῳ προσκειμένην ἔχει τῷ στόματι σύριγγα ὅτι δʼ <milestone unit="tlnum" n="15"/> οὗτος οὐκ ἐμὸς ὁ λόγος, Ἀντικλῆς καὶ Ἴστρος ἐν ταῖς Ἐπιφανείαις περὶ τούτων ἀφηγήσαντο. οὕτω δὲ παλαιόν ἐστι τὸ ἀφίδρυμα, τοῦτο, ὥστε τοὺς ἐργασαμένους αὐτὸ τῶν καθʼ Ἡρακλέα Μερόπων φασὶν εἶναι. ἀλλὰ μὴν καὶ τῷ κατακομίζοντι παιδὶ <milestone unit="tlnum" n="20"/> τὴν Τεμπικὴν δάφνην εἰς Δελφοὺς παρομαρτεῖ αὐλητής· <milestone unit="stephpage" n="1136b"/> καὶ τὰ ἐξ Ὑπερβορέων δʼ ἱερὰ μετʼ αὐλῶν καὶ συρίγγων καὶ κιθάρας εἰς τὴν Δῆλόν φασι τὸ παλαιὸν στέλλεσθαι. ἄλλοι δὲ καὶ αὐτὸν τὸν θεόν φασιν αὐλῆσαι, καθάπερ ἱστορεῖ ὁ ἄριστος μελῶν <milestone unit="tlnum" n="25"/> ποιητὴς Ἀλκμάν· ἡ δὲ Κόριννα καὶ διδαχθῆναί φησι τὸν Ἀπόλλω ὑπʼ Ἀθηνᾶς αὐλεῖν. σεμνὴ οὖν κατὰ πάντα ἡ μουσική, θεῶν εὕρημα οὖσα.</q> <pb xml:id="v.6.p.501"/> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" n="15"><p rend="align(indent)"><q rend="single">ἐχρήσαντο δʼ αὐτῇ οἱ παλαιοὶ κατὰ τὴν ἀξίαν, ὥσπερ καὶ τοῖς ἄλλοις ἐπιτηδεύμασι πᾶσιν οἱ δὲ νῦν τὰ σεμνὰ αὐτῆς παραιτησάμενοι, ἀντὶ τῆς ἀνδρώδους ἐκείνης καὶ θεσπεσίας καὶ θεοῖς <milestone unit="tlnum" n="5"/> φίλης κατεαγυῖαν καὶ κωτίλην εἰς τὰ θέατρα εἰσάγουσι. τοιγάρτοι Πλάτων ἐν τῷ τρίτῳ τῆς Πολιτείας δυσχεραίνει τῇ τοιαύτῃ μουσικῇ· τὴν γοῦν <milestone unit="stephpage" n="1136c"/>Λύδιον ἁρμονίαν παραιτεῖται, ἐπειδὴ ὀξεῖα καὶ ἐπιτήδειος πρὸς θρῆνον. καὶ τὴν πρώτην σύστασιν <milestone unit="tlnum" n="10"/> αὐτῆς φασι θρηνώδη τινὰ γενέσθαι. Ὄλυμπον γὰρ πρῶτον Ἀριστόξενος ἐν τῷ πρώτῳ περὶ Μουσικῆς ἐπὶ τῷ Πύθωνί φησιν ἐπικήδειον αὐλῆσαι Λυδιστί. εἰσὶ δʼ οἳ Μελανιππίδην τούτου τοῦ μέλους ἄρξαι φασί· Πίνδαρος δʼ ἐν Παιᾶσιν ἐπὶ τοῖς Νιόβης <milestone unit="tlnum" n="15"/> γάμοις φησὶ Λύδιον ἁρμονίαν πρῶτον διδαχθῆναι. ἄλλοι δὲ Τόρηβον πρῶτον τῇ ἁρμονίᾳ χρήσασθαι, καθάπερ Διονύσιος ὁ Ἴαμβος ἱστορεῖ.</q></p></div></div></body></text></TEI>