3. Γεννᾶται δ᾿ ἐν αὐτῷ λίθος κατ᾿ ἀντίφρασιν Σώφρων καλούμενος, ὃν ἐὰν βάλῃς τινὸς εἰς κόλπον, ἐμμανὴς γίνεται καὶ φονεύει τινὰ τῶν συγγενῶν· ἐξιλασάμενος δὲ τὴν μητέρα τῶν θεῶν, ἀπαλλάσσεται τοῦ πάθους, καθὼς ἱστορεῖ Δημάρατος ἐν γ´ περὶ Ποταμῶν. Μέμνηται δὲ τούτων καὶ Ἀρχέλαος ἐν α´ περὶ Λίθων. 4. Παράκειται δ᾿ αὐτῷ ὄρος Σίπυλον τὴν προσηγορίαν ἔχον ἀπὸ Σιπύλου τοῦ Ἀγήνορος καὶ Διωξίππης παιδός. Οὗτος γὰρ μητροκτονήσας κατʼ ἄγνοιαν καὶ ὑπʼ Ἐρινύων οἰστρηλατηθεὶς, εἰς τὸ Κεραύνιον ὄρος ἦλθεν καὶ διὰ λύπης ὑπερβολὴν βρόχῳ τὸν βίον περιέγραψεν. Τὸ δὲ ὄρος κατὰ πρόνοιαν θεῶν ἀπ᾿ αὐτοῦ Σίπυλον ὠνομάσθη.