<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0094.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="9"><div type="textpart" subtype="section" n="1"><p>1. Μαίανδρος ποταμὸς τῆς Ἀσίας· ἐκαλεῖτο δὲ πρότερον
Ἀναβαίνων· μόνος γὰρ ἐκ πάντων τῶν ποταμῶν
ἀπὸ τῶν ἰδίων ἀρχόμενος πηγῶν εἰς ἑαυτὸν παλινδρομεῖ.
Προσηγορεύθη δὲ Μαίανδρος ἀπὸ Μαιάνδρου,
τοῦ Κερκάφου καὶ Ἀναξιβίας παιδὸς, ὅς πρὸς Πεσσινουντίους
πόλεμον ἔχων ηὔξατο τῇ μητρὶ τῶν θεῶν,
ἐὰν ἐγκρατὴς γένηται τῆς νίκης, θύσειν τὸν πρῶτον
αὐτῷ συγχαρέντα <del>ἐπὶ</del> ταῖς ἀνδραγαθίαις τρόπαια
φέροντι. Ὑποστρέψαντι δὲ τῷ προειρημένῳ πρῶτος
συνεχάρη συναντήσας ὁ παῖς Ἀρχέλαος μετὰ τῆς μητρὸς
καὶ τῆς ἀδελφῆς. Ὁ δὲ τῆς προειρημένης δεισιδαιμονίας
ἀναμνησθεὶς, κατ᾿ ἀνάγκην <del>τοῖς</del> βωμοῖς
προσήγαγεν τοὺς προσήκοντας. Ἀθυμήσας δʼ ἐπὶ τοῖς
πραχθεῖσιν ἔρριψεν ἑαυτὸν εἰς ποταμὸν Ἀναβαίνοντα,
ὃς ἀπʼ αὐτοῦ Μαίανδρος προσηγορεύθη, καθὼς ἱστορεῖ
Τιμόλαος ἐν α´ Φρυγιακῶν. Μέμνηται δὲ τούτων
καὶ Ἀγαθοκλῆς ὁ Σάμιος ἐν τῇ Πεσσινουντίων
πολιτείᾳ.</p></div><div type="textpart" subtype="section" n="2"><p>2. Δημόστρατος δὲ ὁ Ἀπαμεὺς ἱστορίας μέμνηται
τοιαύτης. Μαίανδρος ἀκμὴν στρατηγὸς χειροτονηθεὶς
ἐξ ἐναντίας Πεσσινουντίων καὶ παῤ ἐλπίδας τῆς νίκης
ἐγκρατὴς γενόμενος, τὰ ἀναθήματα τῆς μητρὸς τῶν
θεῶν διέδωκε τοῖς στρατιώταις· κατὰ δὲ πρόνοιαν τῆς
θεᾶς τῶν σωφρονούντων λογισμῶν αἰφνιδίως ἀπαλλοτριωθεὶς,
προσαπέκτεινεν τὴν γυναῖκα καὶ τὸν υἱόν
ὀλίγον δὲ σωφρονήσας καὶ εἰς μετάνοιαν ἐπὶ τοῖς
πραχθεῖσι χωρήσας, ἑαυτὸν ἔβαλεν εἰς ποταμὸν, ὃς
ἀπ᾿ αὐτοῦ Μαίανδρος προσωνομάσθη.</p></div></div></div></body></text></TEI>