1. Λυκόρμας ποταμός ἐστιν Αἰτωλίας· μετωνομάσθη δʼ Εὔηνος διʼ αἰτίαν τοιαύτην. Ἴδας, ὁ Ἀφαρέως παῖς, διʼ ἐρωτικὴν ἐπιθυμίαν Μάρπησσαν ἁρπάσας, ἀπήνεγκεν εἰς Πλεύρωνα. Κατηχηθεὶς δὲ περὶ τῶν συμβεβηκότων ὁ Εὔηνος, ἐπεδίωκεν τὸν ἐπίβουλον τῆς ἰδίας θυγατρός γενόμενος δὲ κατὰ Λυκόρμαν καὶ τῆς συλλήψεως ἀπελπίσας, ἑαυτὸν εἰς ποταμὸν ἔβαλεν, ὅς ἀπʼ αὐτοῦ Εὔηνες μετωνομάσθη. 2. Γεννᾶται δʼ ἐν αὐτῷ βοτάνη σάρισα προσαγορευομένη , λόγχῃ παρόμοιος, ποιοῦσα πρὸς ἀμβλυωπίας ἄριστα, καθὼς ἱστορεῖ Ἀρχέλαος ἐν α΄ περὶ Ποταμῶν.