<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0094.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="7"><div type="textpart" subtype="section" n="5"><p>5. Παράκειται δὲ αὐτῷ ὄρος Τμῶλος, παντοδαπῶν
θηρίων πλῆρες ἐκαλεῖτο δὲ πρότερον Καρμανόριον ἀπὸ
Καρμάνορος τοῦ Διονύσου καὶ Ἀλεξιρροίας παιδὸς, ὅς
κυνηγετῶν ἀπέθανεν ὑπὸ κάπρου πληγείς· ὕστερον δὲ
μετωνομάσθη Τμῶλος διὰ τοιαύτην αἰτίαν. μῶλος
Ἄρεως καὶ Θεογόνης υἱὸς, βασιλεὺς Λυδίας, ἐν Καρμανορίῳ
κυνηγετῶν ὄρετ καὶ θεασάμενος Ἀρσίππην
παρθένον τῇ Ἀρτέμιδι συναναστρεφομένην, εἰς ἐπιθυμίαν
αὐτῆς <del>ἐν</del>έπεσεν καὶ πλεονεκτούμενος ὑπὸ τοῦ
ἔρωτος ἐπεδίωκεν αὐτὴν βιάσασθαι βουλόμενος ἡ δὲ
περικατάληπτος γενομένη ἀπέφυγεν εἰς τὸν ναὸν τῆς
Ἀρτέμιδος. Καταφρονήσας δὲ τῆς δεισιδαιμονίας ὁ
τύραννος ἐν τῷ τεμένει τὴν κόρην ἔφθειρεν· ἡ δὲ ἀθυμίᾳ
συσχεθεῖσα βρόχῳ τὸν βίον περιέγραψεν. Ἀναξιοπαθήσασα
παθήσασα δὲ ἐπὶ τοῖς πραχθεῖσιν ἡ θεὸς, οἰστροπλῆγα
τῷ προειρημένῳ ταῦρον ἐπέσκηψεν, ὑφʼ οὗ ῤιφεὶς εἰς
ὅψος καὶ εἰς σκόλοπας κατενεχθεὶς, μετὰ βασάνων I.
ἔθανεν. Θεοκλύμενος δὲ, τοῦ προειρημένου παῖς, τὸν
γεννήσαντα θάψας τὸ ὅρος ἀπʼ αὐτοῦ μετωνόμασεν.</p></div><div type="textpart" subtype="section" n="6"><p>6. Γεννᾶται δὲ ἐν αὐτῷ λίθος κισήρει παρόμοιος
καὶ σπανίως εὑρίσκεται· τετράκις γὰρ τῆς ἡμέρας ἀλλάσσει
τὴν χρόαν· βλέπεται δὲ ὑπὸ παρθένων τῶν μήπω
χρόνον φρονήσεως ἐχουσῶν αἱ δὲ ὥραν ἔχουσαι γάμου
ἐὰν ὁρῶσιν αὐτὸν, οὐδὲν ἀδικοῦνται παρὰ τῶν ὑβρίζειν
θελόντων· καθὼς ἱστορεῖ Κλειτοφῶν<gap reason="omitted"/> </p></div></div></div></body></text></TEI>