3. Γεννᾶται δʼ ἐν αὐτῷ καὶ λίθος ἀρουραφύλαξ καλούμενος ἔστι δὲ ἀργύρῳ παρόμοιος· εὑρίσκεται δὲ δυσχερῶς τῷ καταφερομένῳ ψήγματι συναναμιγνύμενος· ἔχει δὲ δύναμιν τοιαύτην. Οἱ ἐν ἐξοχῇ τυγχάνοντες τῶν Λυδῶν συναγοράζουσιν αὐτὸν καὶ πρὸ τῆς εἰσόδου τῶν θησαυρῶν τιθέασι, καὶ διαφυλάττουσιν ἀκινδύνως τὸν διατιθέμενον χρυσόν. Ὁσάκις γὰρ ἂν φῶρες ἐπέλθωσι, σάλπιγγος ᾔχον ἀναδίδωσιν ὁ λίθος. Οἱ δὲ, ὡς ὑπὸ δορυφόρων διωκόμενοι, κατὰ κρημνῶν φέρονται. Καὶ καλεῖται ὁ τόπος τῶν βιαιοθανατησάντων Πακτωλοῦ φρουρά. 4. Γεννᾶται δὲ ἐν αὐτῷ καὶ βοτάνη πορφυράνθεμος, καλουμένη χρυσοπόλη· πρὸς αὐτὴν γὰρ αἱ ἀστυγείτονες πόλεις τὸν ἀκέραιον χρυσὸν δοκιμάζουσιν. Ἅμα γὰρ αὐτὸν χωνευθῆναι βάπτουσι τὴν βοτάνην· καὶ ἐὰν μὲν ἀνόδευτον τὸ χρυσίον ᾖ, τὰ φύλλα χρυ σοῦται· ἐὰν δʼ ἐφθαρμένον ὑπάρχῃ, τὴν ἠλλαγμένην ὑγρασίαν ἀποπτύει, καὶ διατηρεῖ τῆς ὔλης τὴν οὐσίαν, καθὼς ἱστορεῖ Χρύσερμος ἐν γ περὶ Ποταμῶν.