<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0094.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="7"><div type="textpart" subtype="section" n="1"><p>1. Πακτωλὸς ποταμός ἐστι τῆς Λυδίας κατὰ πόλιν
Σάρδεις. Ἐκαλεῖιο δὲ πρότερον Χρυσορρόας. <gap reason="omitted"/>Χίος
ὁ Ἀπόλλωνος καὶ Ἀπαθίππης ʼπαῖς τήν μηχανικὴν
τίχνην ἀσκήσας καὶ σπάνει βίου συνεχόμενος, νυκτὸς
βαθείας τοὺς θησαυροὺς Κροίσου τοῦ βασιλέως ἀνέῳξεν
καὶ τὸν χρυσὸν ἐκκομίζων διεδίδου τοῖς οἰκείοις καταδιωχθεὶς
δὲ ὑπὸ τῶν φρουρῶν καὶ κατάληπτος γενόμενος,
ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν, ὃς ἀπʼ αὐτοῦ Χρυσορρόας
μετωνομάσθη. Πακτωλὸς δὲ μετεκλήθη διὰ
τήνδε τὴν περίστασιν. Πακτωλὸς, οειολιος <gap reason="omitted"/> καὶ Λευκοθέης
παῖς, ἐν τοῖς Ἀφροδίτης μυστηρίοις Δημοδίκην
τὴν ἀδελφὴν κατʼ ἄγνοιαν βιασάμενος καὶ περὶ τῶν
συμβεβηκότων κατηχηθεὶς διὰ λύπης ὑπερβολὴν ἑαυτὸν
ἔρριψεν εἰς ποταμὸν Χρυσορρόαν, ὃς ἀπʼ αὐτοῦ Πακτωλὸς
προσηγορεύθη.</p></div><div type="textpart" subtype="section" n="2"><p>2. Γεκνᾶται δʼ ἐν αὐτῷ ψῆγμα Δαρείου χρυσίου
καταφερόμενον εἰς τὸν εὐδαίμονα κόλπον.</p></div></div></div></body></text></TEI>