<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0094.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="25"><div type="textpart" subtype="section" n="4"><p>4. Παράκειται δʼ αὐτῷ ὄρος, Λίλαιον προσαγορευομενον
ἀπὸ Λιλαίου ποιμένος. Οὗτος γὰρ δεισιδαίμων
ὑπάρχων καὶ μόνην σεβόμενος τὴν Σελήνην,
νυκτὸς βαθείας ἐξετέλει τὰ μυστήρια τῆς προειρημένης.
Βαρέως δὲ οἱ λοιποὶ θεοὶ <del>τὴν</del> ἀτιμίαν φέροντες,
ἔπεμψαν αὐτῷ δύο λέοντας ὑπερμεγέθεις· ὑφʼ ὧν διασπαραχθεὶς
τὸν βίον ἐξέλιπε. Σελήνη δὲ τὸν εὐεργέτην
μετέβαλεν εἰς ὁμώνυμον ὄρος.</p></div><div type="textpart" subtype="section" n="5"><p>5. Γεννᾶται δὲ ἐν αὐτῷ λίθος κλειτορὶς ὀνομαζόμενος·
ἔστι δὲ λίαν μελάγχρους· ὃν κόσμου χάριν οἱ
ἐγχώριοι φοροῦσιν ἐν τοῖς ὠταρίοις, καθὼς ἱστορεῖ
Ἀριστοτέλης ἐν δ΄ περὶ Ποταμῶν.</p></div></div></div></body></text></TEI>