4. Γεννᾶται δ᾿ ἐν αὐτῷ βοτάνη κριθῇ παρόμοιος ἀγρίᾳ· ταύτην οἱ ἐγχώριοι θερμαίνοντες ἐν ἐλαίῳ καὶ ἀλειφόμενοι οὐδέποτε νοσοῦσι μέχρι τῆς ἀνάγκης τοῦ θανάτου, καθὼς ἱστορεῖ Σώστρατος ἐν α´ Μυθκῶν ἱστοριῶν συναγωγῆς. XXV. ΙΝΔΟΣ. 1. Ἰνδὸς ποταμός ἐστι τῆς Ἰνδίας, ῥοίζῳ μεγάλῳ καταφερόμενος εἰς τὴν τῶν Ἰχθυοφάγων γῆν· ἐκαλεῖτο δὲ πρότερον Μαυσωλὸς ἀπὸ Μαυσωλοῦ τοῦ Ἡλίου μετωνομάσθη δὲ δι᾿ σἰτίαν τοιαύτην. Τῶν τοῦ Διονόσου μυστηρίων τελουμένων καὶ τῶν ἐγχωρίων τῇ δεισιδαιμονία προσευκαιρούντων, Ἰνδὸς, τῶν ἐπισήμων νέος, τὴν Ὀξυάλκου τοῦ βασιλέως θυγατέρα Δαμασαλκίδαν κανηφοροῦσαν βιασάμενος ἔφθειρεν· ζητούμενος δὲ ὑπὸ τοῦ τυράννου πρὸς κόλασιν, διὰ φόβον ἑαυτὸν ἔβαλεν εἰς ποταμὸν Μαυσωλὸν, ὃς ἀπʼ αὐτοῦ Ἰνδὸς μετωνομάσθη.