2. Γεννᾶται δ᾿ ἐν αὐτῷ λίθος μυνδὰν καλούμενος, πάνυ λευκός· ὃν ἐὰν κατέχῃ τις, οὐδὲν ὑπὸ θηρίων ἀδικεῖται, καθὼς ἱστορεῖ Λέων ὁ Βυζάντιος ἐν γ´ περὶ Ποταμῶν. 3. Παράκειται δὲ αὐτῷ ὄρος Γαύρανον καλούμενον ἐπὸ Γαυράνου τοῦ Ῥωξένου σατράπου· ὃς εὐσεβὴς ὢν πρὸς τοὺς θεοὺς, τῆς ἀμοιβαίας ἔτυχε χάριτος. Μόνος γὰρ ἐκ πάντων τῶν Περσῶν τριακοσίοις ἔτεσι ζήσας καὶ ἄτερ νόσου τινὸς τελευτήσας, ἐν ταῖς ἀκρωρείαις τοῦ Μαυσωροῦ ταφῆς ἠξιώθη πολυτελοῦς· κατὰ δὲ πρόνοιαν θεῶν τὸ ὄρος ἀπ᾿ αὐτοῦ Γαύρανον μετωνομάσθη.