1. Ἀράξης ποταμός ἐστι τῆς Ἀρμενίας, τὴν προσηγορίαν εἰληφὼς ἀπὸ Ἀράξου τοῦ Πύλου. Οὗτος γὰρ πρὸς Ἄρβηλον τὸν πάππον ὑπὲρ σκήπτρων ἁμιλλώμενος, αὐτὸν κατετόξευσε· ποινηλατούμενος δὲ ὑπὸ Ἐρινύων, ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Βάκτρον, ὃς ἀπʼ αὐτοῦ Ἀράξης μετωνομάσθη, καθὼς ἱστορεῖ Κτησιφῶν ἐν α΄ Περσικῶν. Ἀράξης, Ἀρμενίων βασιλεὺς, πρὸς τοὺς πλησιοχώρους Πέρσας πόλεμον ἔχων, καὶ τῆς παρατάξεως παρελκομένης, χρησμὸν ἔλαβεν, αὐτὸν ἔσεσθαι τῆς νίκης ἔγκρατῆ, ἐὰν θεοῖς ἀποτροπαίοις θύσῃ δύο τὰς εὐγενεστάτας παρθένους. Ὁ δὲ διὰ φιλότεκνον εὔνοιαν τῶν ἰδίων θυγατέρων φεισάμενος, ἑνὸς τῶν ὑποτεταγμένων κόρας περιβλέπτους τοῖς βωμοῖς προσαγαγὼν ἀνεῖλεν. Μνησάλκης δὲ, ὁ τῶν φονευθεισῶν πατὴρ, βαρέως ἤνεγκεν τὴν πρᾶξιν, πρὸς καιρὸν στέξας τὴν ὕβριν· ἀφορμῆς δὲ δραξάμενος ἐξ ἐνέδρας τὰς τοῦ τυράννου θυγατέρας ἀπέκτεινε, καὶ καταλιπὼν τὸ πατρῷον ἔδαφος εἰς Σκυθίαν ἔπλευσεν. Ἀράξης δὲ περὶ τῶν συμβεβηκότων κατηχηθεὶς καὶ ἀθυμίᾳ συσχεθεὶς, ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Ἅλμον, ὃς ἀπʼ αὐτοῦ Ἀράξης μετωνομάσθη. 2. Γεννᾶται δ᾿ ἐν αὐτῷ βοτένη ἀράξα καλουμένη τῇ διαλέκτῳ τῶν ἐγχωρίων, ἥτις μεθερμηνευομένη λέγεται μισοπάρθενος· ἅμα γὰρ εὑρεθῆναι τὴν προειρημένην ὑπὸ παρθένων, αἵματος ποιησαμένη καταφορὰν μαραίνεται.