4. Παράκειται δὲ αὐτῷ ὄρος Καλυδὼν καλούμενον, τὴν προσηγορίαν εἰληφὸς ἀπὸ Καλυδῶνος, τοῦ Ἄρεως καὶ Ἀστυνόμης παιδός. Οὗτος γὰρ κατʼ ἄγνοιαν λουομένην ἰδὼν Ἄρτεμιν, τὴν μορφὴν τοῦ σώματος μετέβαλεν εἰς πέτραν· κατὰ δὲ πρόνοιαν θεῶν τὸ ὄρος καλούμενον Γυρὸν ἀπʼ αὐτοῦ Καλυδὼν μετωνομάσθη. 5. Γεννᾶται δ᾿ ἐν αὐτῷ βοτάνη μύωψ προσαγορευομένη· ἣν ἑάν τις εἰς ὕδωρ βαλὼν νίψηται τὸ πρόσωπον, ἀποβάλλιι τὴν ὅρασιν, Ἄρτεμιν δὲ ἐξιλασάμενος ἀνακτᾶται τὸ φῶς, καθὼς ἱστορεῖ Δέρκυλλος ἐν γ΄ Αἰτωλικῶν.