2. Γεννᾶται δʼ ἐν τῷ ποταμῷ τούτῳ βοτάτη ζάκλον καλουμένη, παρόμοιος ἐρίῳ. Ταύτην τρίψας ἂν εἰς οἶνον βάλῃς, ὕδωρ γίνεται καὶ τὴν μὲν ὀσμὴν ἔχει, τὴν δὲ δύναμιν οὐκ ἔχει. 3. Εὑρίσκεται δὲ ἐν αὐτῷ καὶ λίθος πελιδνὸς τῷ χρώματι, λινουργὸς καλούμενος ἀπὸ τοῦ συγκυρήματος· ἐὰν γὰρ βάλῃς αὐτὸν εἰς ὀθόνιον, διʼ ἔρωτος ἕνωσιν τὸ σχῆμα λαμβάνει καὶ ἄργιον γίνεται, καθὼς ἱστορεῖ Ἀντισθένης ἐν γ΄ Μελεαγρίδος. Μέμνηται δὲ τούτων ἀκριβέστερον Διοκλῆς ὁ Ῥόδιος ἐν τοῖς Αἰτωλικοῖς.