3. Φύεται δὲ ἐν αὐτῷ καὶ βοτάνη ἡλιφάρμακος καλουμένη, ἢν οἱ ἰατροὶ τοῖς αἱμορραγοῦσιν ἐπιτιθέασι καὶ τῶν φλεβῶν μεσολαβοῦσιν τὴν ἔκρυσιν, καθὼς ἱστορεῖ Τιμαγόρας ἐν α΄ περὶ Ποταμῶν. 4. Παράκειται δὲ αὐτῷ ὄρος Τεύθρας καλούμενον ἀπὸ Τεύθραντος, τοῦ Μυσῶν βασιλέως, ὃς κυνηγεσίας χάριν εἰς Θράσυλλον ὄρος ἀναβὰς καὶ θεασάμενος ὑπερμεγέθη κάπρον, ἐδίωκεν αὐτὸν μετὰ τῶν δορυφόρων· ὁ δὲ φθάσας κατέφυγεν ὡς ἱκέτης εἰς τὸ τῆς Ὀρθωσίας Ἀρτέμιδος ἱερόν· βιαζομένων δὲ πάντων εἰς τὸν ναὸν εἰσελθεῖν, ὁ σῦς ἀνθρωπίνῃ φωνῇ χρησάμενος ἐξάκουστον ἀνέκραγεν· Φεῖσαι, βασιλεῦ, τοῦ θρέμματος τῆς θεᾶς· μετεωρισθεὶς δὲ Τεύθρας ἀνεῖλεν τὸ ζῶον. Ἄρτεμις δὲ μισοπονήρως ἐνεγκοῦσα τὴν πρᾶξιν, τὸν μὲν κάπρον ἀνεζωπύρησεν· τῷ δὲ παραιτίῳ τοῦ συγκυρήματος ἀλφὸν μετὰ μανίας ἔπεμψε. Δυσωπούμενος δὲ τὸ πάθος ἐν ταῖς ἀκρωρείαις διέτριβεν. Λυσίππη δὲ, ἡ τοῦ προειρημένου μήτηρ, κατηχηθεῖσα περὶ τῶν συμβεβηκότων, εἰς τὴν ὕλην ἔδραμε, συνεπισπωμένη μάντιν τὸν Κοιράνου Πολύιδον· παῤ οὗ πᾶσαν πολυπραγμονήσασα τὴν ἀλήθειαν, βουθυσίαις τῆς θεᾶς ἐξιλάσατο τὴν μισοπονηρίαν· καὶ ἀπολαβοῦσα τὸν υἱὸν σωφρονοῦντα, βωμὸν ἱδρύσατο Ἀρτέμιδος Ὀρθωσίας· κατεσκεύασε δὲ καὶ κάπρον χρύσεον, εἰς προτομὴν ἀνθρώπου ἠσκημένον. Οὗτος μέχρι νῦν ὥσπερ διωκόμενος, κυνηγῶν εἰσελθόντων εἰς τὸν ναὸν, φωνὴν ἀναδίδωσι « φείδεσθε ». Τεύθρας δὲ παῤ ἐλπίδα τὴν ἀρχέτυπον μορφὴν ἀναλαβὼν, τὸ ὄρος μετωνόμασε Τεύθραντα.