3. Γλεννᾶται δʼ ἐν αὐτῷ καὶ βοτάνη ἄξαλλα καλουμένη, μεθερμηνευομένη θερμόν· ταύτην οἱ τεταρταΐζοντες, ὅταν ἐπὶ τοῦ στήθους θῶσιν, ἀπαλλάττονται παραχρῆμα τῆς ἐπισημασίας, καθὼς ἱστορεῖ Χρύσερμος Κορίνθιος ἐν ιγ΄ περὶ Ποταμῶν. 4. Παράκειται δʼ αὐτῷ ὄρος Δριμύλον καλούμενον, ἐν ᾧ γεννᾶται λίθος σαρδόνυχι παρόμοιος, ᾧ οἱ βασιλεῖς ἐν ταῖς βασιλείαις χρῶνται· ποιεῖ δὲ ἄριστα πρὸς ἀμβλυωπίας εἰς ὕδωρ θερμὸν βαλλόμενος, καθὼς ἱστορεῖ Νικίας ὁ Μαλλώτης ἐν τοῖς περὶ Λίθων.