<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0094.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="20"><div type="textpart" subtype="section" n="1"><p>1. Εὐφράτης ποταμός ἐστι τῆς Παρθίας κατὰ Βαβυλῶνα
πόλιν· ἐκαλεῖτο δὲ τὸ πρότερον Μῆδος ἀπὸ
Μήδου τοῦ Ἀρταξέρξου παιδός. Οὗτος γὰρ διʼ ἐπιθυμίαν
τὴν Κορδύου θυγατέρα Ῥωξένην βιασάμενος
διέφθειρεν· τῇ δʼ ἐπιούσῃ τῶν ἡμερῶν ζητούμενος ὑπὸ
τοῦ βασιλέως πρὸς κόλασιν, φόβῳ συσχεθεὶς ἑαυτὸν
ἔβαλεν εἰς ποταμὸν Ξαράνδαν, ὃς ἀπʼ αὐτοῦ Μῆδος
ὠνομάσθη. Προσηγορεύθη δὲ Εὐφράτης διʼ αἰτίαν
τοιαύτην. Εὐφράτης, Ἀρανδάκου παῖς, τὸν υἱὸν Ἀξούρταν
εὑρὼν μετὰ τῆς μητρὸς ἀναπαυόμενον καὶ
ὑπολαβὼν ὑπάρχειν τῶν πολιτῶν τινα, διὰ ζήλου μισοπονηρίαν
σπασάμενος τὸ ξίφος ἐλαιμοτόμησεν αὐτόν.
τῆς δʼ ἀνελπίστου πράξεως γενόμενος αὐτόπτης διὰ
λύπης ὑπερβολὴν ἑαυτὸν ἔβαλεν εἰς ποταμὸν Μῆδον,
ὃς ἀπʼ αὐτοῦ Εὐφράτης μετωνομάσθη.</p></div><div type="textpart" subtype="section" n="2"><p>2. Γεννᾶται δʼ ἐν αὐτῷ λίθος ἀετίτης καλούμενος·
ὃν αἱ μαῖαι ταῖς δυστοκούσαις ἐπὶ τὰς φαστέρας ἐπιτιθέασι
καὶ παραχρῆμα τίκτουσιν ἄτερ ἀλγηδόνος.</p></div></div></div></body></text></TEI>