8. Γεννᾶται δʼ ἐν αὐτῷ λίθος κορύβας καλούμενος, τῇ χρόᾳ κοραξός· ὃν ἐὰν εὕρῃς καὶ ἔχῃς ἐν τῷ σώματι περικείμενον, κατʼ οὐδὲν φοβῇ τὰς τετρατώδεις ὄψεις. 9. Τὸ δ᾿ ὄρος Ἀπέσαντος τοῦ Ἀκρισίου. Κυνηγετῶν γὰρ κατʼ ἐκεῖνον τὸν τόπον καὶ πατήσας ἑρπετὸν δηλητήριον ἐτελεύτησεν· ὁ δὲ βασιλεὺς τὸν υἱὸν θάψας τὸν λόφον Ἀπέσαντον μετωνόμασεν, καλούμενον Σελινούντιον.