<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0094.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="18"><div type="textpart" subtype="section" n="2"><p>2. Γεννᾶται δʼ ἐν αὐτῷ βοτάνη κύνουρα καλουμένη,
πηγάνῳ προσόμοιος· ἣν αἱ γυναῖκες, ὅταν ἀκινδύνως
ἐκτρῶσαι θελήσωσιν, ἐν οἴνῳ βεβρεγμένην τοῖς
ὀμφαλοῖς ἐπιτιθέασιν.</p></div><div type="textpart" subtype="section" n="3"><p>3. Εὑρίσκεται δʼ ἐν αὐτῷ καὶ λίθος βηρύλλῳ παρόμοιος
ὃν ἐὰν κρατήσωσιν οἱ ψευδομαρτυρεῖν ἐθέλοντες,
μέλας γίνεται. Κεῖνται δὲ πολλοὶ ἐν τῷ τεμένει
τῆς Προσυμναίας Ἥρας, καθὼς ἱστορεῖ Τιμόθεος ἐν
Ἀργολικοῖς μέμνηται δὲ τούτων καὶ Ἀγάθων ὁ Σάμιος
ἐν β΄ περὶ Ποταμῶν. Ἀγαθοκλῆς δʼ ὁ Μιλήσιος
ἐν τοῖς περὶ Ποταμῶν φησὶ, τὸν Ἴναχον διὰ πανουργίαν
ὑπὸ τοῦ Διὸς κεραυνωθέντα, ξηρὸν γενέσθαι.</p></div></div></div></body></text></TEI>