12. Ἀθηναῖον δὲ ὄρος ἔλαβε τὴν προσηγορίαν ἀπὸ Ἀθηνᾶς μετὰ γὰρ τὴν τοῦ Ἰλίου πόρθησιν Διομήδης εἰς Ἄργος ὑποστρέψας, εἰς τὸν Κεραύνιον ἀνέβη λόφον καὶ τέμενος Ἀθηνᾶς κατασκευάσας τὸ ὄρος ἀπὸ τῆς θεᾶς Ἀθηναῖον μετωνόμασεν. 13. Γεννᾶται δʼ ἐν τῇ ἀκρωρεία ῥίζα παρόμοιος πηγάνῳ ἣν ἐὰν γυνὴ φάγῃ τις κατʼ ἄγνοιαν, ἐμμανης γίνεται· καλεῖται δὲ Ἀδράστεια, καθὼς ἱστορεῖ Πλησίμαχος ἐν β΄ Νόστων.