<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0094.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="16"><div type="textpart" subtype="section" n="3"><p>3. Παράκειται δὲ αὐτῷ ὄρος, Ἄργιλλον καλούμενον
ἀπ᾿ αἰτίας τοιαύτης. Ζεὺς δι᾿ ἐρωτικὴν ἐπιθυμίαν
ἐκ Λύκτου πόλεως Κρητικῆς Ἄργην νύμφην ἁρπάσας
ἀπήνεγκεν εἰς ὄρος τῆς Αἰγύπτου, Ἄργιλλον <gap reason="omitted"/> καλούμενον·
καὶ ἐγέννησεν ἐξ αὐτῆς υἱὸν, καλούμενον Διόνυσον·
ὃς ἀκμάσας εἰς τιμὴν τῆς μητρὸς τὸν λόφον
Ἄργιλλον μετωνόμασεν· στρατολογήσας δὲ Πᾶνας
καὶ Σατύρους <del>τοῖς</del> ἰδίοις σκήπτροις Ἰνδοὺς ὑπέταξεν
νικήσας δὲ καὶ Ἰβηρίαν, Πᾶνα κατέλιπεν ἐπιμελητὴν
τῶν τόπων, ὃς τὴν χώραν ἀπ᾿ αὐτοῦ Πανίαν μενωνόμασεν·
ἣν οἱ μεταγενέστεροι παραγώγως Σπανίαν
προσηγόρευσαν, καθὼς ἱστορεῖ Σωσθένης ἐν ιγ´ Ἰβηρικῶν.</p></div></div><div type="textpart" subtype="chapter" n="17"><head>XVII. ΕΥΡΩΤΑΣ.</head><div type="textpart" subtype="section" n="1"><p>1. Εὐρώτας. ó Ἵμερος, Ταϋγέτης νύμφηι καὶ
Λακεδαίμονος παῖς, διὰ μῆνιν Ἀφροδίτης κατʼ ἄγνοιαν
ἐν παννυχίδι τὴν ἐδελφὴν Κλεοδίκην βιασάμενος ἔφθειρεν·
τῇ δὲ ἐπιούσῃ τῶν ἡμερῶν κατηχηθεὶς περὶ
τῶν συμβεβηκότων καὶ ἀθυμήσας, διὰ λύπης ὑπερβολὴν
ἔρριψεν ἑαυτὸν εἰς ποταμὸν Μαραθῶνα, ὃς ἀπʼ
αὐτοῦ Ἵμερος μετωνομάσθη. Ὕστερον δὲ Εὐρώτας ἐκλήθη
δι᾿ αἰτίαν τοιαύτην. Λακεδαιμονίων πρὸς Ἀθηναίους
πόλεμον ἐχόντων καὶ τὴν πανσέληνον περιμε
νόντων, Εὐρώτας, ὁ τῶν προειρημένων στρατηγὸς,
καταφρονήσας πάσης δεισιδαιμονίας συνέβαλε τὴν
παράταξιν, καίπερ ὑπὸ ἀστραπῶν τε καὶ κεραυνῶν
κωλυόμενος· ἀποβαλὼν δὲ τὸ στράτευμα, καὶ λύπῃ
συσχεθεὶς, ἑαυτὸν ἔρριψεν εἰς τὸν ποταμὸν (τὸν Ἵμερον),
ὃς ἀπ᾿ αὐτοῦ Εὐρώτας μετωνομάσθη.</p></div></div></div></body></text></TEI>