5. Γεννᾶται δʼ ἐν αὐτῷ βοτάνη, τῇ διαλέκτῳ τῶν βαρβάρων φρίξα καλουμένη, ὅπερ μεθερμηνευόμενόν ἐστιν μισοπόνηρος· πηγάνῳ δέ ἐστι παρόμοιος, ἣν οἱ πρόγονοι κρατοῦντες, οὐδὲν ὑπὸ μητρυιῶν ἀδικοῦνται μάλιστα δὲ φύεται παρὰ τὸ Βορέου προσαγορευόμενον ἄντρον. Συλλεγομένη δʼ ἐστὶ ψυχροτέρα χιόνος· ὅταν δέ τινι ἐκ μητρυιᾶς ἐπιβουλὴ γένηται, φλόγας ἀναδίδωσι· καὶ τοῦτο σύσσημον ἔχοντες οἱ φοβούμενοι τὰς ἐπιγεγαμημένας, ἐκκλίνουσι τῶν ἐπικειμένων φόβων τὰς ἀνάγκας, καθὼς ἱστορεῖ Ἀγάθων ὁ Σάμιος ἐν β΄ Σκυθικῶν. XV. ΘΕΡΜΩΛΩΝ. 1. Θερμώδων ποταμός ἐστι τῆς Σκυθίας, τὴν προσηγορίαν εἰληφὼς ἀπὸ τοῦ συγκυρήματος ἐκαλεῖτο δὲ πρότερον Κρύσταλλος· ἐκεῖνος γὰρ καὶ θέρους πήσσεται, τῆς τοποθεσίας τὴν τοιαύτην ἰδέαν διεξαγούσης· μετωνομάσθη δὲ διʼ αἰτίαν τοιαύτην.