1. Τάναῖς ποταμός ἐστιν τῆς Σκυθίας· ἐκαλεῖτο δὲ πρότερον Ἀμαζόνιος διὰ τὸ τὰς Ἀμαζόνας λούεσθαι ἐν αὐτῷ· μετωνομάσθη δῈ διʼ αἰτίαν τοιαύτην. Τάναϊς, Βηρωσσοῦ καὶ Λυσίππης μιᾶς τῶν Ἀμαζόνων παῖς, σωφρονέστατος ὑπάρχων, τὸ γυναικεῖον γένος ἐμίσει, μόνον Ἄρη σεβόμενος, ἐν ἀτιμίᾳ δὲ εἶχεν καὶ τὸ γαμεῖν. Ἡ δʼ Ἀφροδίτη ἐπιθυμίαν αὐτῷ τῆς μητρὸς ἐνέσκηψεν. Ὁ δὲ κατʼ ἀρχὰς μὲν ἀντεμάχετο τῷ πάθει· νικώμενος δὲ ὑπὸ τῆς ἀνάγκης τῶν οἴκτρων καὶ εὐσεβὴς διαμεῖναι βουλόμενος, ἑαυτὸν ἔρριψεν εἰς τὸν Ἀμαζόνιον ποταμὸν, ὃς ἀπʼ αὐτοῦ Τάναϊς μετωνομάσθη. 2. Γεννᾶται δὲ ἐν αὐτῷ φυτὸν ἁλίνδα καλούμενον· παρόμοια δὲ ἔχει τὰ φύλλα κράμβης. Τοῦτο λειοτριβοῦντες οἱ τὴν χώραν κατοικοῦντες ἀλείφονται τῷ χυλῷ καὶ θερμαινόμενοι τὸ ψῦχος εὐρώστως καρτεροῦσιν. Καλοῦσι δὲ τῇ σφῶν διαλέκτῳ Βηρωσσοῦ ἔλαιον.