<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0094.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="13"><div type="textpart" subtype="section" n="3"><p>3. Παράκειται δʼ αὐτῷ ὄρος Ἴδη, τὸ πρότερον δὲ
ἐκαλεῖτο Γάργαρον, ὅπου Διὸς καὶ Μητρὸς θεῶν βωμοὶ
τυγχάνουσιν. Ἴδη δὲ μετωνομάσθη διʼ αἰτίαν
τοιαύτην. Αἰγέσθιος, ὁ γεννηθεὶς ἐκ τοῦ Διὸς φορου
κόρης Ἴδης ἐρασθεὶς συνῆλθε τῇ προειρημένῃ καὶ
ἐγέννησεν ἐξ αὐτῆς τοὺς εἰρημένους Ἰδαίους Δακτύλους.
Γενομένης δʼ αὐτῆς ἄφρονος ἐν τῷ τῆς Ῥέας
ἀδύτῳ Αἰγέσθιος εἰς τιμὴν τῆς προειρημένης τὸ ὄρος
Ἴδην μετωνόμασεν.</p></div><div type="textpart" subtype="section" n="4"><p>4. Γεννᾶται δʼ ἐν αὐτῷ λίθος κρύφιος, ὃς μόνοις
τοῖς μυστηρίοις τῶν θεῶν φαίνεται, καθὼς ἱστορε
Ἡράκλειτος Σικυώνιος ἐν β΄ περὶ Λίθων.</p></div></div></div></body></text></TEI>