3. Παράκειται δέ αὐτῷ ὄρος Βαλληναῖον καλούμενον ὅπερ ἐστὶ μεθερμηνευόμενον βασιλικόν, τὴν προσηγορίαν ἔχον ἀπὸ Βαλληναίου τοῦ Γανυμήδους καὶ Μηδησιγίστης παιδός. Οὗτος γὰρ τὸν γεννήσαντα θεασάμενος ἀποτηκόμενον, τοῖς ἐγχωρίοις καὶ Βαλληναῖον ἑορτὴν κατέδειξε μέχρι νῦν καλούμενον. 4. Γεννᾶται δʼ ἐν αὐτῷ λίθος καλούμενος ἀστήρ. Οὗτος εἴωθεν νυκτὸς βαθείας πυρὸς δίκην λάμπειν τοῦ φθινοπώρου τὴν ἀρχήν λαμβάνοντος προσαγορεύεται δὲ τῇ διαλέκτῳ τῶν ἐγχωρίων βαλλὴν, ὅπερ μεθερμηνευόμενόν ἐστι βασιλεὺς, καθὼς ἱστορεῖ Ἑρμησιάναξ Κύπριος ἐν β΄ Φρυγιακῶν.