<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0094.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="12"><div type="textpart" subtype="section" n="1"><p>1. Σάγαρις ποταμός ἐστι τῆς Φρυγίας· προσηγορεύετο
δὲ πρότερον Ξηροβάτης ἀπὸ τοῦ συγκυρήματος·
τῷ γὰρ θερινῷ καταστήματι ξηρὸς ὁρᾶται πολλάκις·
ἐκλήθη δὲ Σάγαρις διʼ αἰτίαν τοιαύτην. Σάγαρις,
Μύγδονος καὶ Ἀλεξιρρόης παῖς, τὰ μυστήρια τῆς μητρὸς
τῶν θεῶν ἐξουθενίζων, τοὺς ἱερεῖς καὶ Γάλλους
αὐτῆς ὕβρισεν. Ἡ δὲ μισοπονήρως ἐνεγκοῦσα τὴν
πρᾶξιν τῷ προειρημένῳ μανίαν ἐνέσκηψεν. Ὁ δὲ
τῶν φρονίμων λογισμῶν ἐκστὰς ἑαυτὸν ἔβαλεν εἰς ποταμὸν
Ξηροβάτην, ὃς ἀπʼ αὐτοῦ Σάγαρις μετωνομάσθη.</p></div><div type="textpart" subtype="section" n="2"><p>2. Γεννᾶται δʼ ἐν αὐτῷ λίθος αὐτόγλυφος καλούμενος
εὑρίσκεται γὰρ τετυπωμένην ἔχων τὴν μητέρα τῶν
θεῶν. Τοῦτον τὸν λίθον σπανίως εὑρισκόμενον ἐὰν
εὕρῃ τις <del>τῶν</del> ἀποτεμνομένων, οὐ ξενίζεται, ἀλλʼ εὐψύχως
φέρει τῆς παρὰ φύσιν πράξεως τὴν ὄψιν, καθὼς
ἱστορεῖ Ἀρετάδης ἐν τοῖς Φρυγιακοῖς.</p></div></div></div></body></text></TEI>