<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0094.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="11"><div type="textpart" subtype="section" n="1"><p>1. Στρυμὼν ποταμός ἐστι τῆς Θρᾴκης κατὰ πόλιν
Ἠδωνίδα· προσηγορεύετο δὲ πρότερον Παλαιστῖνος
ᾀπὸ Παλαιστίνου τοῦ Ποσειδῶνος. Οὗτος γὰρ πρὸς
τοὺς ἀστυγείτονας ἔχων πόλεμον καὶ εἰς ἀσθένειαν
ἐμπεσὼν τὸν υἱὸν Ἁλιάκμονα στρατηγὸν ἔπεμψεν· ὁ
δὲ προπετέστερον μαχόμενος ἀνῃρέθη. Περὶ δὲ τῶν
συμβεβηκότων ἀκούσας Παλαιστῖνος καὶ λαθῶν τοὺς
δορυφόρους, διὰ λύπης ὑπερβολὴν ἑαυτὸν ἴρριψεν εἰς
ποταμὸν Κόνοζον, ὃς ἀπʼ αὐτοῦ Παλαιστῖνος ὠνομάσθη.
Στρυμὼν δὲ, Ἄρεως παῖς καὶ Ἡλίκης, ἀκούσας
περὶ τῆς Ῥήσου τελευτῆς καὶ ἀθυμίᾳ συσχεθεὶς ἑαυτὸν
ἔρριψεν εἰς ποταμὸν Παλαιστῖνον, ὃς ἀπʼ αὐτοῦ
Στρυμὼν μετωνομάσθη.</p></div><div type="textpart" subtype="section" n="2"><p>2. Γεννᾶται δʼ ἐν αὐτῷ λίθος παυσίλυπος καλούμενος·
ὃν ἐὰν εὕρῃ τις πενθῶν, παύεται παραχρῆμα τῆς
κατεχούσης αὐτὸν συμφορᾶς, καθὼς ἱστορεῖ Ἰάσων
Βυζάντιος ἐν τοῖς Θρᾳκικοῖς.</p></div></div></div></body></text></TEI>