2. Εὐημερίδας δὲ ὁ Κνίδιος ἱστορίας μέμνηται τοιαύτης. Ὁ ἀσκὸς Μαρσύου τῷ χρόνῳ δαπανηθεὶς καὶ κατενεχθεὶς ἔπεσεν ἀπὸ τῆς γῆς εἰς τὴν Μίδα κρήνην καὶ κατʼ ὀλίγον καταφερόμενος ἁλιεῖ τινι προσηνέχθη· κατὰ δὲ χρησμοῦ προσταγὴν Πεισίστρατος ὁ Λακεδαιμόνιος παρὰ τὰ λείψανα τοῦ Σατύρου πόλιν κτίσας, Νόρικον αὐτήν προσηγόρευσεν ἀπὸ τοῦ συγκυρήματος. Νόρικον δὲ οἱ Φρύγες τῆ σφῶν διαλέκτῳ τὸν ἀσκὸν καλοῦσιν. 3. Γεννᾶται δὲ ἐν τῷ ποταμῷ τούτῳ βοτάνη αὐλὸς ὀνομαζομένη, ἣν ἐὰν πρὸς ἄνεμον σείσῃ τις, μουσι κὴν ἔχει μελῳδίαν, καθὼς ἱστορεῖ Δέρκυλλος ἐν α΄ Σατυρικῶν.