<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0093.tlg010x07.1st1K-grc1"><div type="textpart" subtype="section" n="2"><p>Τάχα δὲ καὶ τὴν ἀναπνοὴν ὅλως τὸ πνῖγος κωλύει, ὅθεν καὶ πνῖγος ὠνομάσθη· πνίγεται γὰρ ἢ καὶ πνιγομένῳ ὅμοιός ἐστιν ὁ μὴ δυνάμενος ἀναπνεῖν. Παρτυρεῖ δὲ καὶ ἡ διὰ τῶν λουτρῶν καὶ πυριάσεων ἔκλυσις· δῆλον γὰρ ὡς αἱ τοιαῦται ἐκλύσεις τῷ θερμῷ καὶ διὰ τὸ θερμὸν γίνονται μαραίνοντος τοῦ ἔξωθεν θερμοῦ τὸ ἐν ἡμῖν σύμφυτον. </p></div><div type="textpart" subtype="section" n="3"><p>Γίνεται δὲ λειποψυχία καὶ τῶν ἐν οἷς πέφυκεν ἡ θερμότης ἐκλιπόντων οἷον αἵματος ἢ τῆς φυσικῆς ἁπλῶς ὑγρότητος, ὥσπερ ἐν ταῖς αἱμορραγίαις καὶ ἐν ταῖς τῆς γαστρὸς φοραῖς ὁρῶμεν λειποψυχοῦντας. Καὶ διὰ πόνους δὲ γίνονται ἐκλύσεις. </p></div></div></body></text></TEI>