Τάχα δὲ καὶ τὴν ἀναπνοὴν ὅλως τὸ πνῖγος κωλύει, ὅθεν καὶ πνῖγος ὠνομάσθη· πνίγεται γὰρ ἢ καὶ πνιγομένῳ ὅμοιός ἐστιν ὁ μὴ δυνάμενος ἀναπνεῖν. Παρτυρεῖ δὲ καὶ ἡ διὰ τῶν λουτρῶν καὶ πυριάσεων ἔκλυσις· δῆλον γὰρ ὡς αἱ τοιαῦται ἐκλύσεις τῷ θερμῷ καὶ διὰ τὸ θερμὸν γίνονται μαραίνοντος τοῦ ἔξωθεν θερμοῦ τὸ ἐν ἡμῖν σύμφυτον. Γίνεται δὲ λειποψυχία καὶ τῶν ἐν οἷς πέφυκεν ἡ θερμότης ἐκλιπόντων οἷον αἵματος ἢ τῆς φυσικῆς ἁπλῶς ὑγρότητος, ὥσπερ ἐν ταῖς αἱμορραγίαις καὶ ἐν ταῖς τῆς γαστρὸς φοραῖς ὁρῶμεν λειποψυχοῦντας. Καὶ διὰ πόνους δὲ γίνονται ἐκλύσεις.