Ὅτι ἡ λειποψυχία στέρησις ἢ κατάψυξις τοῦ θερμοῦ περὶ τὸν ἀναπνευστικὸν τόπον· τοῦτο δὲ συμβαίνει ἢ ὑπὸ τοῦ ψυχροῦ ἢ καὶ ὑπʼ αὐτοῦ τοῦ θερμοῦ τὸ γὰρ πλέον πῦρ ἀναιρεῖ τὸ ἔλαττον· μαρτυρεῖ δὲ καὶ ἡ πεῖρα· ὑπὸ γὰρ πνίγους ἢ ἄλλης θέρμης καὶ μάλιστα πολλῆς, ἀθρόον τούτων προσπεσόντων ἡμῖν ἐκλυόμεθα καὶ λειποθυμοῦμεν· καταμαραίνεται γὰρ τὸ ἐν ἡμῖν θερμὸν κατάψυξιν οὐ λαμβάνον.